Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Γένεσις δὲ τίς τότ᾿ ἦν, ὦ ξένε, ζῴων, καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεννῶντο;

Δῆλον, ὦ Σώκρατες, ὅτι τὸ μὲν ἐξ ἀλλήλων οὐκ ἦν ἐν τῇ τότε φύσει γεννώμενον,τὸ δὲ γηγενὲς εἶ-

v.2.p.70
ναί ποτε γένος λεχθὲν, τοῦτ’ ἦν τὸ κατ’ ἐκεῖνον τὸν χρόνον ἐκ γῆς πάλιν ἀναστρεφόμενον , ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέρων προγόνων τῶν πρώτων, οἱ τελευτώσῃ μὲν τῇ προτέρᾳ περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν , τῆσδε δὲ κατ’ ἀρχὰς ἐφύοντο· τούτων τῶν γὰρ οὗτοι κήρυκες ἐγένονθ’ ἡμῖν τῶν λόγων, οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται.

τὸ γὰρ ἐντεῦθέν , οἶμαι , χρὴ ξυννοεῖν. ἐχόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν, ἐκ τῶν τετελευτηκότων αὖ, κειμένων δ’ ἐν γῇ πάλιν ἐκεῖ συνισταμένους καὶ ἀναβιωσκομένους ἕπεσθαι τῇ τροπῇ, ξυνανακυκλουμένης εἰς τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν τρόπον ἐξ ἀνάγκης φυομένους οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον, ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισε.

Κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται τοῖς ἔμπροσθεν.”

Εἶτ’ αὖ πάλιν ἑξῆς προιὼν τὰ ὅμοια τοῖς ‘ Εβραίων δόγμασι περὶ τῆς τοῦ κόσμου συντελείας τοῦτον διέξεισι τὸν τρόπον

“ γὰρ πάντων τούτων χρόνος ἐτελειώθη καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ δὴ καὶ τὸ γήινον ἤδη πᾶν ἀνάλωτο γένος, πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, καὶ ὅσα ἦν ἑκάστῃ προσταχθὲν , τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης, , τότε δὴ τοῦ παντὸς ὁ μὲν κυβερνήτης , οἷον πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὐτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία.

πάντες οὖν οἱ κατὰ τοὺς τόπους ξυνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοὶ, γνόντες ἤδη τὸ γιγνόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς αὐτῶν ἐπιμελείας. ὁ δὲ μεταστρεφόμενος καὶ ξυμβάλλων , ἀρχῆς τε καὶ τελευτῆς

v.2.p.71
ἐναντίαν ὁρμὴν ὁρμηθεὶς, σεισμὸν πολὺν ἐν ἑαυτῷ ποιῶν , ἄλλην αὖ φθορὰν ζῴων παντοίων ἀπειργάσατο.

μετὰ δὲ ταῦτα προελθόντος ἱκανοῦ χρόνου, θορύβου τε καὶ ταραχῆς ἤδη παυόμενος καὶ τῶν σεισμῶν, γαλήνης ἐπιλαβόμενος , εἴς τε τὸν εἰωθότα δρόμον τὸν ἑαυτοῦ κατακοσμούμενος ᾔει, ἐπιμέλειαν καὶ κράτος ἔχων αὐτὸς τῶν ἐν αὐτῷ τε καὶ ἑαυτοῦ.”

Καὶ μετὰ βραχέα αὖ φησι

“ Διὸ Διὸ δὴ καὶ τότ’ ἤδη θεὸς ὁ κοσμήσας αὐτὸν, καθορῶν ἐν ἀπορίᾳ ὄντα, κηδόμενος ἔνα μὴ χειμασθεὶς ὑπὸ ταραχῆς διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα τόπον δύῃ , πάλιν ἔφεδρος αὐτοῦ τῶν πηδαλίων γενόμενος, τὰ νοσήσαντα καὶ λυθέντα ἐν τῇ καθ’ αὑτὸν προτέρᾳ περιόδῳ στρέψας, κοσμεῖ τε καὶ ἐπανορθῶν ἀθάνατον αὐτὸν καὶ ἀγήρων ἀπεργάζεται. τοῦτο μὲν τέλος πάντων εἴρηται.

“ Ταῦτα τοίνυν, ἦν δ’ ἐγὼ, οὐδέν ἐστι πλήθει οὐδὲ μεγέθει πρὸς ἐκεῖνα ἅ τελευτήσαντα ἑκάτερον περιμένει· χρὴ δ’ αὐτὰ ἀκοῦσαι, ἵνα τελέως ἑκάτερος αὐτῶν ἀπειλήφῃ τὰ ὑπὸ τοῦ λόγου ὀφειλόμενα ἀκοῦσαι.

Λέγοις ἂν, ἔφη, ὡς οὐ πολλὰ, ἀλλ’ ἥδιον ἀκούοντι. Ἀλλ’ οὐ μέντοι σοι, ἦν δ’ ἐγὼ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλὰ ἀλκίμου μὲν ἀνδρὸς Ἠρὸς τοῦ Ἀρμενίου , τὸ γένος Παμφύλου · ὅς ποτε ἐν πολέμῳ τελευτήσας , ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δὲ οἴκαδε, μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δὲ ἔλεγεν ἃ ἐκεῖ ἴδοι.

ἔφη δὲ, ἐπειδή οἶ ἐκβῆναι τὴν ψυχὴν , πορεύεσθαι μετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς [*](17 Ταῦτα — ] Rep. 10 p. 614.)

v.2.p.72
πον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς δύ' εἶναι χάσματα ἐχομένω ἀλλήλων , καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ.