Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ περὶ τούτου πάσης Ἑβραίων γραφῆς διαλαλούσης , τοτὲ μὲν δι’ ὧν φησι “ καὶ εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον” τοτὲ δὲ δι’ ὧν ἐπιλέγει “καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἅ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει κύριος·” καὶ πάλιν ἄλλοτε δι’ ὧν φησι “ παράγει γὰρ τὸ σχῆμα [*](19 Πλάτωνος] Tim. p. 29 a.)

v.2.p.67
τοῦ κόσμου τούτου ·”

καὶ ὁ Πλάτων’ ἄκουε γοῦν ὅπως τὸ δόγμα συνίστησι λέγων ἐν Τιμαίῳ

“ Καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν· καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων καὶ τῶν τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη δι’ ἀναλογίας ὁμολογῆσαν , φιλίαν τε ἔσχεν ἐκ τούτων, ὡς εἰς ταὐτὸν αὐτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.”

Εἶθ’ ἑξῆς φησι

“ Χρόνος δ’ οὖν μετὰ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτων γίγνηται.”

Καὶ πάλιν εἰπὼν

“Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς, πατήρ τε ἒργων, ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ μὴ θέλοντος·”

ἐπάγει λέγων ἑξῆς

“ Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτὸν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὑ λύειν ἐθέλειν κακοῦ. διὸ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν. οὔτι μὲν δὴ λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε.”

Καὶ ἐν τῷ Πολιτικῷ δὲ τάδε ὁ αὐτός φησι

“ Τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς ξυμποδηγεῖ πορευόμενος καὶ ξυγκυκλεῖ, τοτὲ δ’ ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου, τὸ δὲ πάλιν αὐτόματον εἰς τἀνἐν [*](8 Τιμαίω] p. 32.) [*](10 Χρόνος δ’ οὖν — ] Plato Tim. p. 38.) [*](14 Θεοὶ θεῶν — ] Ibid. p. 41.) [*](25 τὸ γὰρ πὰν — ] Plato Politici p. 269 seqq.)

v.2.p.68
ἀντία περιάγεται, ζῷον ὂν καὶ φρόνησιν εἰληφὸς ἐκ τοῦ ξυναρμόσαντος αὐτὸ κατ’ ἀρχάς. τοῦτο δὲ αὐτῶ τὸ πάλιν ἰέναι διὰ τόδε ἐξ ἀνάγκης ἔμφυτον γέγονε.

Διὰ τὸ ποῖον δή;

Τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὲ οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε καὶ σώματος · ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ γίγνεσθαι διὰ παντὸς ἀδύνατον, κατὰ δύναμίν γε μὴν ὅτι μάλιστα ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ μίαν φορὰν κινεῖται, διότι τὴν ἀνακύκλησιν εἴληχεν , ὅτι σμικροτάτην τῆς ἑαυτοῦ κινήσεως παρ- άλλαξιν. αὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ. κινεῖν δὲ τούτῳ τι τοτὲ μὲν ἄλλως, αὖθις δ’ ἐναντίως οὐ θέμις.

ἐκ πάντων δὴ τούτων τὸν κόσμον μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεὶ, μήθ’ ὅλον ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας περιαγωγὰς , μήτ’ αὖ τινὲ δύο θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτὸν, ἀλλ’ ὅπερ ἄρτι ἐρρέθη καὶ μόνον λοιπὸν, τοτὲ μὲν ὑπ’ ἄλλης ξυμποδηεῖσθαι θείας αἰτίας, τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τοτὲ δ’ ὅταν ἀνεθῇ, δι’ ἑαυτοῦ αὐτὸν ἰέναι κατὰ καιρὸν , ἀφεθέντα τοιοῦτον ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδας διὰ τὸ μέγιστον ὂν καὶ ἰσορροπώτατον ἐπὶ σμικροτάτου βαῖνον ποδὸς ἰέναι.

Φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάντα ὅσα διελήλυθας.

v.2.p.69

Λογισάμενοι δὴ ξυννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, ὃ πάντων ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον. ἔστι γὰρ οὖν δὴ τοῦτ᾿ αὐτό.

Τὸ ποῖον;

Τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφ᾿ ἃ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δ᾿ ἐπὶ τἀναντία.

Πῶς δή;

Ταύτην τὴν μεταβολὴν ἡγεῖσθαι δεῖ τῶν περὶ τὸν οὐρανὸν γινομένων τροπῶν πασῶν εἶναι μεγίστην καὶ τελεωτάτην τροπήν.

Ἔοικε γοῦν.

Μεγίστας τοίνυν μεταβολὰς χρὴ νομίζειν γίγνεσθαι τότε τοῖς ἐντὸς ἡμῖν οἰκοῦσιν αὐτοῦ.

Καὶ τοῦτ᾿ εἰκός.

Μεταβολὰς δέ γε μεγάλας καὶ πολλὰς καὶ παν- τοίας ξυμφερομένας ἆρ᾿ οὐκ ἴσμεν τὴν τῶν ζῴων φύσιν ὅτι χαλεπῶς ἀνέχεται;

Πῶς δ᾿ οὔ;

Φθοραὶ τοίνυν ἐξ ἀνάγκης τότε μέγισται συμβαίνουσι τῶν τε ἄλλων ζῴων , καὶ δὴ καὶ τὸ τῶν ἀνθρώπων γένος ὀλίγον τι περιλείπεται. περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλὰ καὶ θαυμαστὰ καὶ καινὰ ξυμπίπτει, μέγιστον δὲ τόδε καὶ ξυνεπόμενον τῇ τοῦ παντὸς ἀνελίξει, τότε ὅταν ἡ τῆς νῦν καθεστηκυίας ἐναντία γίγνηται τροπή.”

Τούτοις ἅπασιν ὑποβὰς ἐξῆς περὶ τῆς τῶν τετελευτηκότηων ἀναβιώσεως , ὁμοίως ταῖς Ἑβραίων δό- ξαις κινούμενος , ταῦτ᾿ ἐπιλέγει