Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἐφιλοσόφησε δὲ Πλάτων’, εἰ καί τις ἄλλος τῶν πώποτε, γνησίως καὶ τελείως. οἶ μὲν γὰρ ἀπὸ Θαλοῦ φυσιολογοῦντες διετέλεσαν, οἶ δὲ περὶ Πτυαγόραν ἐπεκρύψαντο πάντα · Ξενοφάνης δὲ καὶ οἶ ἀπ’ ἐκείνου τοὺς ἐριστικοὺς κινήσαντες λόγους πολὺν μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις , οὐ μὴν ἐπόρισύαν γέ τινα βοήθειαν.

οὐχ ἥκιστα δὲ καὶ Σωκράτης, αὐτὸ δὴ τὸ λεγόμενον, ἐγένετο πῦρ ἐπὶ πυρὶ, καθάπερ αὐτὸς ἔφη Πλάτων’. εὐφυέστατος γὰρ ὢν καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν ἐπεισήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ τῶν ἰδεῶν πρῶτος ἐπιχειρίσας ὁρίζεσθαι· πάντα δὲ ἐγείρων λόγον καὶ περὶ πάντων ζητῶν ἔφθη τελευτήσας.

ἄλλοι δ’ ἀποτεμόμενοι μέρη τινὰ περὶ ταῦτα διέτριψαν , οἶ μὲν ἰατρικὴν, οἷ δὲ τὰς μαθηματικὰς ἐπιστήμας , ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν μουσικήν. οἶ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν , ὧν οἷ μὲν ῥήτορας, οἶ δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς.

οἶ μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. οἶ μὲν γὰρ κυνισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν, ἄλλοι δ’ αὖ πάλιν ἡδονάς. καὶ οἶ μὲν εἰδέναι πάντα ἐκόμπαζον, οἶ δὲ ἁπλῶς μηθέν.

ἔτι δ’ οἶ μὲν ἐν μέσῳ καὶ ἐν ὄψει πάντων ἐκαλινδοῦντο , τοῖς πολλοῖς ἐξομιλοῦντες, ἄλλοι δ’ αὖ τοὐναντίον ἀπρόσιτοι καὶ

v.2.p.5
ἀπροσαύδητοι διετέλουν ὄντες.

Πλάτων μέντοι κατανοήσας ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπίνων ἐπιστήμη, πρῶτος διεῖλε, καἰ ἔφη τὴν μέν τινα περὶ τῆς τοῦ παντὸς φύσεως εἶναι πραγματείαν, τὴν δὲ περὶ τῶν ἀνθρωπίνων, τρίτην δὲ τὴν περὶ τοὺς λόγους.