Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Τριχῆ τοίνυν διαιρουμένης τῆς ἐντελοῦς φιλοσοφίας,

v.2.p.3
εἴς τε τὸν ἠθικὸν καλούμενον τόπον καὶ τὸν φυσικὸν καὶ ἔτι τὸν λογικὸν, καὶ τοῦ μὲν πρώτου κατασκευάζοντος ἡμῶν ἕκαστον καλὸν καὶ ἀγαθὸν, καὶ τοὺς οἴκους ὅλους εἰς τὸ ἄριστον ἐπανορθοῦντος, ἤδη δὲ καὶ δῆμον σύμπαντα πολιτείᾳ τῇ διαφερούσῃ καὶ νόμοις τοῖς ἀκριβεστάτοις κοσμοῦντος, τοὐ δευτέρου δὲ πρὸς τὴν περὶ τῶν θείων γνῶσιν διήκοντος, αὐτῶν τε τῶν πρώτων καὶ τῶν αἰτίων καὶ τῶν ἄλλων, ὅσα ἐκ τούτων γίνεται, ἃ δὴ περὶ φύσεως ἱστορίαν ὁ Πλάτων’ ὠνόμακεν ·

εἰς δὲ τὴν περὶ τούτων ἀμφοτέρων διάκρισίν τε καὶ εὕρεσιν τοῦ τρίτου παραλαμβανομένου· ὅτι μὲν Πλάτων’ πρῶτος καὶ μάλιστα συναγείρας εἰς ἔν πάντα τὰ τῆς φιλοσοφίας μέρη, τέως ἐσκεδασμένα καὶ διερριμμένα ὥσπερ τὰ τοῦ Πενθέως μέλη, καθάπερ εἶπέ τις, σῶμά τι καὶ ζῷον ὁλόκληρον ἀπέφηνε τὴν φιλοσοφίαν, δῆλα παντὶ λεγόμενα.

οὔτε γὰρ οἶ περὶ Θαλῆν καὶ Ἀναξιμένην καὶ Ἀναξαγόραν, καὶ ὅσοι κατὰ ταὐτὸ γεγόνασι τούτοις, ἀγνοοῦνται περὶ μόνην τὴν ὑπὲρ τῆς ὢ φύσεως τῶν ὄντων σκέψιν διατρίψαντες· οὐ μὴν οὐδὲ Πιττακὸς καὶ Περίανδρος καὶ Σόλων καὶ Λυκοῦργος καὶ οἶ παραπλήσιοι τούτοις λανθάνουσί τινας τὴν αὑτῶν φιλοσοφίαν εἰς πολιτείαν καταθέντες. Ζήνων δὲ καὶ πᾶν τὸ Ἐλεατικὸν τοῦτο διδασκαλεῖον καὶ αὐτὸ γνώριμον ἐπὶ τῇ τέχνῃ τῶν λόγων μάλιστα σπουδάσαν.

τούτοις δὲ ἐπιγενόμενος Πλάτων’ , ἀνὴρ ἐκ φύσεως ἀρτιτελὴς καὶ πολὺ διενεγκὼν, νεγκὼν, οἷα κατάπεμπτος ὡς ἀληθῶς ἐκ θεῶν, ἵν ὁλόκληρος ὀφθῇ ἡ δι’ αὐτοῦ φιλοσοφία, παρῆκέ τε οὐδὲν καὶ ἕκαστα ἠκρίβωσε, μήτε ἐλλείπων πρὸς τὸ ἀναγκαῖον μήτε πρὸς τὸ ἄχρηστον ἐξενεχθείς.

ἐπεὶ τοίνυν πάντων ἔφαμεν μετεῖναι τῷ Πλατωνικῷ καὶ

v.2.p.4
περὶ ἠθῶν λέγοντι καὶ διαλεγομένῳ , φέρε καθ’ ἑκαστον ἐπισκεψήμεθα.”

Ταῦτα μὲν ὁ Ἀττικός. ἐπιμαρτυρεῖ δὲ τοῖς αὐτοῖς καὶ ὁ περιπατητικὸς Ἀριστοκλῆς , ἐν ἑβδόμῳ συγγράμματι ὧν Περὶ φιλοσοφίας συνέταξεν ὧδε λέγων πρὸς ῥῆμα