Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῶν παρ’ Ἑβραίοις λογίων μετὰ τὸν περὶ πατρὸς καὶ υἱοῦ λόγον ἐν τρίτῃ τάξει τὸ ἅγιον

v.2.p.44
πνεῦμα καταλεγόντων , καὶ τήν γε ἁγίαν καὶ μακαρίαν τριάδα τοῦτον ὑποτιθεμένων τὸν τρόπον, ὡς ἂν τῆς τρίτης δυνάμεως πᾶσαν ὑπερβεβηκυίας γενητὴν φύσιν, οὖσάν τε πρώτην μὲν τῶν διὰ τοῦ υἱοῦ συστασῶν νοερῶν οὐσιῶν, τρίτην δὲ ἀπὸ τοῦ πρώτου του αἰτίου, θέα ὅπως καὶ ὁ Πλάτων’ τοιαῦτά τινα ᾐνίξατο διὰ τῆς πρὸς Διονύσιον ἐπιστολῆς λέγων

“ Φραστέον δή σοι δι’ αἰνιγμῶν, ἵν ἄν τι δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὧδε γὰρ ἔχει · περὶ τὸν πάντων βασιλέα πάντ’ ἐστὶ, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἀπάντων καλῶν· δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα. ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν ποῖα ἄττα ἐστὶ, βλέπουσα εἰς τὰ αὐτῆς συγγενῆ.”

Ταῦτα οἶ τὸν Πλάτωνα διασαφεῖν πειρώμενοι ἐπὶ τὸν πρῶτον θεὸν ἀνάγουσιν , ἐπί τε τὸ δεύτερον αἴτιον καὶ τρίτον τὴν τοῦ κόσμου ψυχὴν, θεὸν τρίτον καὶ αὐτὴν ὁριζόμενοι εἶναι · οἶ δέ γε θεῖοι λόγοι τὴν ἁγίαν καὶ μακαρίαν τριάδα, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος , ἐν ἀρχῆς λόγῳ τάττουσι κατὰ τὰ ἀποδεδομένα.

Ἕπεται τούτοις τὴν τοῦ ἀγαθοῦ ἐξετάσαι οὐσίαν.