Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὅς που ἀρχόμενος τῆς οἰκείας γραφῆς ὧδέ πη θεολογεῖ “ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. καὶ θεὸς ἦν ὁ λόγος · οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτὸν ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.”

τοῦ δ’ αὐτοῦ πέρι καὶ ἄλλος ‘Eβραίων θεόλογος ἐπάκουσον οἷα διέξεισιν ‘ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου , πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς , εἴτε ὁρατὰ εἴτε ἀόρατα · καὶ πάντα δι’ αὐτοῦ συνέστηκε, καὶ τὰ πάντα ἐν αὐτῷ ἐκτίσθη, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα.”

ἀλλὰ καὶ τὰ περὶ τῆς τοῦ δευτέρου αἰτίου συστάσεως τε καὶ οὐσιώσεως ὧδε τοῖς Ἑλλήνων σοφοῖς πρὸς τὰ Ἑβραίων συμπεφώνηται. μετίωμεν δῆτα καὶ ἐφ’ ἕτερα.