Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν · εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ τὸν ἱερώτατον λόγον.”

Ὲν τῷ δ’ αὐτῷ συγγράμματι καὶ τάδε φησί Κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον πολυώνυμον ὑπάρχοντα.

καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ’ εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν Ἰσραὴλ προσαγορεύεται. διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι [*](17 Φίλων] vol. 1. p. 419, 16. 427, 1. 414, 22.)

v.2.p.34
τὰς ἀρετὰς τῶν φασκόντων ὅτι πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου.

καὶ γὰρ εἰ μή πω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν , ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ λόγου τοῦ ἱερωτάτου θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος.”

Καὶ πάλιν ἐπιλέγει

“Ἤκουσα μέντοι καὶ τῶν Μώσεως ἑταίρων τινὸς ἀπο·φθεγξαμένου τοιόνδε λόγιον “ ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα Ἀνατολή.” καινοτάτη πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς · ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον θείαν ἰδέαν φοροῦντα, ἱκανῶς ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ Ἀνατολὴ αὐτῷ.

τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατὴρ, ὃν ἑτέρωθι πρωτόγονον ὠνόμασε. καὶ ὁ γεννηθεὶς μέντοι μιμούμενος τὰς τοῦ πατρὸς ὁδοὺς πρὸς παραδείγματα ἀρχέτυπα τὰ ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη.

Ταῦτά μοι ἀπὸ τοῦ Ἑβραίου Φίλωνος ἐνταῦθα κείσθω, ληφθέντα ἐκ συγγράμματος ᾧ τέθειται ἐπιγραφὴ Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι. ἤδη δέ μοι καὶ ἄλλοτε τὰ τῆς τῶν παλαιῶν Εβραίων εὐσεβείας δόγματα παρατιθεμένῳ ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καὶ τὰ περὶ τοῦ δευτέρου αἰτίου διείληπται αὐταρκῶς, ἐφ’ ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμψω. τοσούτων οὖν παρ’ Ἑβραίοις καὶ τόνδε τὸν τρόπον περὶ τοῦ δευτέρου τῶν ὅλων αἰτίου τεθεολογημένων καιρὸς ἤδη καὶ τοῦ Πλάτωνος ἐν τῇ Ἐπινομίδι τάδε λέγοντος ἐπακουσαι

[*](29 ἐν τῇ Ἐπινομίδι] p. 986)
v.2.p.35

“Καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτὸν, τῷ δὲ μῆνα, τοῖς δὲ μή τινα μοῖραν τάττωμεν, μηδέ τινα χρόνον , ἐν ᾧ διεξέρχεται τὸν αὐτοῦ πόλον, συναποτελῶν κόσμον, ὃν ἔταξε λόγος ὁ πάντων θειότατος · ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχε τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά.”

Καὶ ἐν ἐπιστολῇ δὲ τῇ πρὸς Ἑρμείαν Ἔραστόν τε καὶ Κορίσκον εὖ μάλα πεφυλαγμένως τέθειται τὸ δόγμα, ὧδε πρὸς λέξιν ἐπιστέλλων

“Ταύτην τὴν ἐπιστολὴν πάντας ὑμὰς τρεῖς ὄντας ἀναγνῶναι χρὴ, μάλιστα μὲν ἀθρόους, εἰ δὲ μὴ, κατὰ δύο κοινῇ κατὰ δύναμιν ὡς οἷόν τέ ἐστι πλειστάκις, καὶ χρῆσθαι συνθήκῃ καὶ νόμῳ κυρίῳ τούτῳ, ὅ ἐστι δίκαιον ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ, καὶ τὸν τῶν πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων, τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας· ὃν, ἐὰν ὀρθῶς φιλοσοφῶμεν, εἰσόμεθα πάντες σαφῶς εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων.”

Ἀρά σοι δοκεῖ ταῦτα λέγων ὁ Πλάτων’ τοῖς Ἐβραίων ἐπηκολουθηκέναι δόγμασιν, ἢ πόθεν ἄλλοθεν ἐπῆλθεν αὐτῶ τοῦ πάντων τῶν γενητῶν αἰτίου κρείττονα ἄλλον θεὸν, τὸν δὴ καὶ πατέρα τοῦ πανηγεμόνος, προσειπεῖν; πόθεν δ’ αὐτῷ τὸ τοῦ κυρίου ἐπὶ τοῦ πατρὸς τοῦ δημιουργοῦ τάξαι ὄνομα, μηδενός πω πρὸ αὐτοῦ Ἑλλήνων ἀκοαῖς, ἀλλὰ μηδὲ εἰς νοῦν ταῦτα καταβεβλημένου ;