Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τὰ μὲν δὴ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου τοῦτον ἡμῖν ἀνωμολογήσθω τὸν τρόπον. ἐπίσκεψαι δὲ καὶ τὰ περὶ τοῦ δευτέρου, ὃν δὴ θεοῦ λόγον καὶ θεὸν ἐκ θεοῦ εἶναι τὰ Ἑβραίων παιδεύει λόγια, καθάπερ καὶ ἡμεῖς αὐτοὶ θεολογεῖν δεδιδάγμεθα.

ὁ μὲν οὖν Μώσης διαρρήδην δύο θεολογεῖ κυρίους, ἐν οἶς φησι ‘καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ τὴν τόν ἀσεβῶν πόλιν· ” ἔνθα

v.2.p.32
συνήθως ἐπὶ τῶν δύο τὴν ὁμοίαν τῶν παρ’ Ἑβραίοις χαρακτήρων ἐποιήσατο παράθεσιν· αὕτη δέ ἐστιν ἡ διὰ τῶν τεσσάρων στοιχείων ἀνεκφώνητος παρ’ αύτοῖς θεολογία.

τούτῳ δὲ καὶ ὁ Δαβὶδ, ἄλλος προφήτης ὁμοῦ καὶ βασιλεὺς Ἑβραίων, συνᾴδων φησὶν ‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου·” τὸν μὲν ἀνωτάτω θεὸν διὰ τοῦ πρώτου κυρίου, τὸν δὲ τούτου δεύτερον διὰ τῆς δευτέρας ὑποφήνας προσηγορίας. τίνι γὰρ ἄλλῳ θέμις ὑπονοεῖν τὰ δεξιὰ τῆς ἀγεννήτου θεότητος παραχωρεῖσθαι ἢ μόνῳ τῷ περὶ οὗ ὁ λόγος;

ὃν ὁ αὐτὸς προφήτης ἐν ἑτέροις λευκότερον διασαφεῖ λόγον τοῦ πατρὸς, δημιουργὸν τῶν ὅλων ὑφιστάμενος εἶναι τὸν θεολογούμενον , ἐν οἷς φησι “τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν.”

καὶ σωτῆρα δὲ τὸν αὐτὸν τῶν δεομένων τῆς παρ’ αὐτοῦ θεραπείας εἰσάγει, λέγων “ ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.’

καὶ ὁ τούτου δὲ παῖς ὁμοῦ καὶ διάδοχος Σολομῶν, ἑτέρῳ προσρήματι τὴν αὐτὴν παριστὰς διάνοιαν, ἀντὶ λόγου σοφίαν εἰπὼν, τάδε ὡς ἐξ αὐτῆς προσώπου διέξεισιν

“ ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην.” εἶθ’ ἐξῆς ἐπιλέγει κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι , πρὸ τοῦ ὄρη ἑδρασθῆναι · πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ.”

τοῦ δ’ αὐτοῦ πάλιν καὶ τάδε ἐστὶν ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν , ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει.” ἔτι δὲ καὶ τάδε λέγεται εἶναι τοῦ αὐτοῦ καὶ ὅσα ἐστὶ κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία.”

εἶτ’ ἐπιλέγει “τί δ’ ἐστὶ

v.2.p.33
σοφία καὶ πῶς ἐγένετο; ἐγὼ ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλ’ ἐξ ἀρχῆς γενέσεως ἐξιχνιάσω.” ”

καὶ ἑξῆς διασαφεῖ τὰ τοιάδε ἔστι αὕτη πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, παντοδύναμον, πανεπίσκοπον , καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων. πάσης γὰρ κινήσεως κινητικώτερον σοφία. διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής. διὰ τοῦτο οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γὰρ ἐστι φωτὸς ἀιδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς.” ταῦτα μὲν ἡ γραφή. τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ Ἑβραῖος λευκότερον ἑρμηνεύων τοῦτον παρίστησι τὸν τρόπον