Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἀλλὰ τί δεῖ πλῆθος ταῖς ἀποδείξεσιν ἐπισωρεύειν, τοῦ φιλαλήθους, ἀλλὰ μὴ φιλαπεχθήμονος καὶ τοῖς εἰρημένοις ἀρκουμένου, ποικίλην περιέχουσι τὴν περὶ τοῦ προκειμένου σύστασιν; προύκειτο δὲ ἡμῖν τὰ Μωσέως καὶ τῶν προφητῶν παλαίτερα τῶν Ἑλληνικῶν ἀποδεῖξαι.

ἐπειδὴ τοίνυν μακρῷ πρόσθεν τῶν Τρωϊκῶν Μωσῆς γεγονὼς ἀποδέδεικται, φέρ᾿ ἴδωμεν καὶ τοὺς μετ᾿ αὐτὸν ἅπαντας. Μωσῆς δ᾿ ὅτι τῶν πρὶν ἀληθῶς Ἑβραίων Ἕβερ τε καὶ Ἁβραὰμ, ἀφ᾿ ὧν καὶ τὸ παρώνυμον τοῖς ἀνδράσιν ἐπιτέθειται, τῶν τε λοιπῶν θεοφιλῶν τε καὶ παλαιῶν ἀνδρῶν ὕστατος τοῖς χρόνοις παρεφάνη τῷ βίῳ, δῆλον ἀπὸ τῆς κατ᾿ αὐτὸν ἱστορίας τυγχάνει.

μετὰ Μωσέα τοίνυν προέστη τοῦ Ἰουδαίων ἔθνους Ἰησοῦς, ὥς τινες, ἔτεσι λ΄· εἶθ᾿, ὥς φησιν ἡ γραφὴ, ἐκράτησαν ἀλλόφυλοι ἔτεσιν ὀκτώ. ἔπειτα Γοθονιὴλ ἔτεσι πεντήκοντα. μεθ᾿ ὃν Ἐγλὼμ, βασιλεὺς Μωὰβ, ἔτη ιη΄. μεθ᾿ ὃν Ἀὼδ ἔτη π΄. μεθ᾿ ὃν πάλιν ἀλλόφυλοι ἔτη κ΄· ἔπειτα Δεββώρα καὶ Βαρὰκ ἔτη μ΄. ἔπειτα Μαδιηναῖοι ἔτη ζ΄· ἔπειτα Γεδεὼν ἔτη μ΄. Ἀβιμέλεχ ἔτη γ΄. Θωλὰ κγ΄· Ἰαεὶρ κβ΄· Ἀμμανῖται ιη΄· Ἰεφθάε ἔτη ς΄· Ἐσβὼν ἔτη ζ΄· Αἰαλὼν ἔτη ι΄· Λαβδὼν ἔτη η΄· ἀλλόφυλοι ἔτη μ΄· Σαμψὼν ἔτη κ΄· ἔπειτα Ἠλεὶ ἱερεὺς, ὡς τὸ Ἑβραϊκὸν, ἔτη μ΄· περὶ ὃν συμβαίνει τὴν Ἰλίου καταντᾶν ἅλωσιν· μετὰ δ᾿ Ἠλεὶ τὸν ἱερέα ἡγεῖται τοῦ λαοῦ Σαμουήλ.

μεθ᾿ ὃν πρῶτος αὐτῶν βασιλεύει Σαοὺλ ἔτεσι μ΄· ἔπειτα Δαβὶδ ἔτεσι μ΄· ἔπειτα Σολομῶν ἔτεσι μ΄· ὃς καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν ἐδείματο πρῶτος. μετὰ δὲ Σολο-

v.1.p.585
μῶνα βασιλεύει Ῥοβοὰμ ἔτη ἵζ’· Ἀβιὰ ἔτη γ’ ’ Ἄσα ἔτη μὰ· Ἰωσαφὰτ ἔτη κε· Ἰωρὰμ ἔτη ἡ ’ Ὀχοζίας ἔτος ἁ· Γοθολιὰ ἴτη ’ς·

Ἰωὰς ἔτη μ’· Ἀμασίας ἔτη μθ΄· Ὀζίας ἔτη νβ΄· καθ’ ὃν προφητεύουσιν Ὠσηὲ, Ἀμὼς, Ἠσαίας, Ἰωνᾶς· μετὰ δὲ ’ Ὀζίαν βασιλεύει ἔτη ἰέ ’ μεθ’ ὃν ἔτη ἰέ. κατὰ τοῦτον ἡ πρώτη Ὀλυμπιὰς ἤχθη, ἣν ἐνίκα στάδιον Κόροιβος Ἠλεῖος.

διαδέχεται δὲ τὸν Ἄχαζ Ἀζεκίας ἔτεσι κθ΄ ’ καθ’ ὃν Ῥωμύλος Ῥώμην ἔκτισε καὶ ἐβασίλευσε. μετὰ δὲ Ἐζεκίαν βασιλεύει Μανασσῆς ἔτη νέ· ἔπειτα Ἀμὼν ἔτη β΄· ἔπειτα Ἰωσίας ἔτη ’ καθ’ ὃν προφητεύουσιν Ἱερεμίας, Βαροὺχ, Ὀλδᾶ καὶ ἄλλοι προφῆται.

ἔπειτα Ἰωάχαζ μῆνας γ’ . μεθ’ ὃν Ἰωακεὶμ ἔτη ἰά· μεθ’ ὃν πάντων ὕστατος Σεδεκίας ἔτη ιβ΄ κατὰ τοῦτον πολιορκηθείσης τῆς Ἱερουσαλὴμ ὑπὸ Ἀσσυρίων καὶ τοῦ ἱεροῦ ἐμπρησμὸν ὑπομείναντος τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπάγεται εἰς Βαβυλῶνα, προφητεύει τε αὐτόθι Δανιὴλ καὶ Ἐζεκιήλ.

μετὰ δὲ ἐτῶν ἀριθμὸν ὁ ὁ Κῦρος βασιλεύει Περσῶν, ὃς καὶ ἀνῆκε τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἐπιτρέψας τοῖς θέλουσιν αὐτῶν παλινοστεῖν ἐπὶ τὴν οἰκείαν γῆν καὶ τὸ ἱερὸν ἀνεγείρειν· ὅτε καὶ ἄνεισιν Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ. καταβάλλονταί τε θεμελίους, προφητευόντων ὕστατα πάντων Ἀγγαίου καὶ Ζαχαρίου καὶ Μαλαχίου , μεθ’ οὓς οὐκέτι προφήτης παρ’ αὐτοῖς γέγονε.

κατὰ δὲ Κῦρον Σόλων ὁ Ἀθηναῖος ἐγνωρίζετο , καὶ οἶ κληθέντες ἑπτὰ σοφοὶ παρ’ Ἓλλησιν, ὧν παλαίτερος οὐδεὶς παρ’ αὐτοῖς φιλόσοφος μνημονεύεται.

τούτων δὴ τῶν ἑπτὰ Θαλῆς ὁ Μιλήσιος φυσικὸς πρῶτος Ἑλλήνων γεγονὼς περὶ τροπῶν ἡλίου καὶ ἐκλείψεως καὶ φωτισμῶν σελήνης

v.1.p.586
καὶ ἰσημερίας διελέχθη ’ ἐγένετο δ’ ὁ ἀνὴρ ἐπισημότατος ἐν τοῖς Ἕλλησι.

Θαλοῦ δὲ γίνεται ἀκουστὴς Ἀναξίμανδρος, Πραξιάδου μὲν παῖς, γένος δὲ καὶ αὐτὸς Μιλήσιος. οὗτος πρῶτος γνώμονας κατεσκεύασε πρὸς διάγνωσιν τροπῶν τε ἡλίου καὶ χρόνων καὶ ὡρῶν καὶ ἰσημερίας.

Ἀναξιμάνδρου δὲ γνώριμος ἐγένετο Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος· τούτου δὲ Ἀναξαγόρας ὁ Ἡγησιβούλου Κλαζομένιος. οὗτος δὴ πρῶτος διήρθρωσε τὸν περὶ ἀρχῶν λόγον. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο , ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου. ἦν γὰρ ἀρχὴν” φησὶ ‘τὰ πράγματα ὁμοῦ πεφυρμένα· Νοῦς δ’ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγεν.

Ἀναξαγόρου δὲ ἐγένοντο γνώριμοι τρεῖς, Περικλῆς, Ἀρχέλαος, Εὐριπίδης. Περικλῆς μὲν οὖν Ἀθηναίων πρῶτος ἐγένετο, καὶ πλούτῳ καὶ γένει τῶν καθ’ ἑαυτὸν διήνεγκεν· Εὐριπίδης δὲ ἐπὶ ποιητικὴν μεταβὰς ὑπό τινων σκηνικὸς φιλόσοφος ἐκλήθη ’ ὁ δὲ Ἀρχέλαος ἐν Λαμψάκῳ διεδέξατο τὴν σχολὴν τοῦ Ἀναξαγόρου, μεταβὰς δ’ εἰς Ἀθήνας ἐκεῖ ἐσχόλασε, καὶ πολλοὺς ἔσχεν Ἀθηναίων γνωρίμους, ἐν οἷς καὶ Σωκράτην.

κατὰ δὲ τὸν αὐτὸν τῷ Ἀναξαγόρᾳ χρόνον ἤκμασαν ἄνδρες φυσικοὶ, Ξενοφάνης τε καὶ Πυθαγόρας. τὸν μὲν οὖν Πυθαγόραν διεδέξατο Θεανὼ ἡ γυνὴ, οἱ τε υἱοὶ αὐτοῦ , Τηλαυγὴς καὶ Μνήσαρχος.

Τηλαυγοῦς δὲ Ἐμπεδοκλῆς ἀκουστὴς γίνεται, καθ’ ὃν Ἡράκλειτος ὁ σκοτεινὸς ἐγνωρίζετο. τὸν δὲ Ξενοφάνην λέγεται ὁ Παρμενίδης διαδέξασθαι, Παρμενίδην δὲ Μέλισσος , Μέλισσον δὲ Ζήνων ὁ Ἐλεάτης· ’ ὅν φασιν ἐπιβουλὴν κατὰ τοῦ τότε τυράννου συστησάμενον ἁλῶναι, στρεβλούμενον δὲ ὑπὸ τοῦ τυράννου,

v.1.p.587
ὅπως τοὺς σὺν αὐτῷ γενομένους ἄνδρας ἀπγράψηται, οὐ προσποιηθέντα τὰς τοῦ τυράννου τιμωρίας, διαμασησάμενον τὴν γλῶσσαν, προσπτύσαι αὐτῷ, καὶ οὕτως ἐγκαρτερήσαντα ταῖς βασάνοις ἀποθανεῖν.

τούτου δὲ Λεύκιππος ἀκουστὴς γέγονε , Λευκίππου δὲ Δημόκριτος , οὗ Πρωταγόρας , καθ’ ὃν ἤκμασε Σωκράτης. καὶ ἄλλους δὲ σποράδην εστιν εὑρεῖν φυσικοὺς φιλοσόφους πρὸ Σωκράτους γενομένους· πλὴν ἀλλὰ πάντες ἀπὸ Θαλοῦ ἀρξάμενοι κατώτερον Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἠκμακότες ’ ὁ δὲ Κῦρος μετὰ πλεῖστον τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους δῆλός ἐστι γεγονὼς, διαλελοιπότων ἤδη τῶν παρ’ Ἑβραίοις προφητῶν, καὶ τῆς ἱερὰς μητροπόλεως αὐτῶν πεπολιορκημένης· ὥστε σε ὁμολογεῖν πολὺ νεώτερα Μώσεως καὶ τῶν μετ’ αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι φιλοσοφίας, καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὃς ἀκουστὴς τὰ πρῶτα γενόμενος Σωκράτους , κἄπειτα τοῖς Πυθαγορείοις ὁμιλήσας, τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ τε καὶ συνέσει καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόντισε.

γέγονε δ’ ὁ Πλάτων’ ἀμφὶ τὰ ὕστατα τῆς Περσῶν βασιλείας, μικρῷ θᾶττον Ἀλεξάνδρου τοῦ Μακεδόνος , Αὐγούστου δὲ τοῦ σεβαστοῦ οὐ πολὺ πρόσθεν ἔτεσι ὒ.

εἰ δή σοι τοιγαροῦν ὁ Πλάτων’ οἵ τε μετ’ αὐτὸν δειχθεῖεν τὰ σύμφωνα Ἑβραίοις πεφιλοσοφηκότες , ὥρα σκοπεῖν τὸν Χρόνον καθ’ ὃν οὗτος γέγονε, τόν δὲ παρ’ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν τὴν παλαιότητα τῇ πάντων τῶν Ἑλληνικῶν φιλοσόφων ἀντιπαραβάλλειν ἡλικίᾳ.

ἀλλὰ γὰρ τούτων ἀποδειχθέντων καιρὸς ἐπανελθόντας τοὺς Ἑλλήνων σοφοὺς ζηλωτὰς θεάσασθαι τῶν Ἑβραϊκῶν γεγονότας δογμάτων,

v.1.p.588
ὣστε μηκέτ᾿ εὐλόγως ἡμῖν ἐπιμέμφεσθαι τοὺς συκοφάντας, εἰ δὴ καὶ αὐτοὶ τὰ ὃμοια τοῖς αὐτῶν φιλοσόφοις ἀγαπήσαντες τὰ Ἑβραίων λόγια τιμᾶν διανενοήμεθα.