Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται ’

  • Λητὼ γὰρ ἣλκησε Δῖός κυδρὴν παράκοιτιν.
  • Τιτυὸς δὲ συνεχρόνισε Ταντάλῳ. εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει

  • ἐν χρόνῳ δὲ γένετ’ Ἀπόλλων.
  • καὶ οὐδὲν θαυμαστὸν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται σὺν καὶ Ἡρακλεῖ “ εἰς ἐνιαυτόν.”

    Ζῆθος δὲ καὶ Ἀμφίων, οἱ μουσικῆς εὑρεταὶ, περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ’ ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον κζ΄ οἱ περὶ Ὀρφέα καὶ Μουσαῖον καὶ Λίνον τὸν Ἡρακλέους διδάσκαλον.

    Ὅμηρος δὲ καὶ Ἡσίοδος

    v.1.p.581
    πολλῷ νεώτεροι τῶν Ἰλιακῶν, μεθ’ οὓς μακρῷ νεώτεροι οἶ παρ’ Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων καὶ οἶ ἑπτὰ σοφοὶ, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς Ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν.

    καὶ θεῶν ἄρα τῶν πλείστων παρ’ Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.”

    Ταῦτα καὶ ὁ Κλήμης. ἀλλ’ ἐπεὶ πρὸ τῶν ἡμετέρων ἐσπουδάσθη καὶ αὐτοῖς Ἑβραίων παισὶν ἡ προκειμένη πραγματεία, καλῶς ἂν ἔχοι καὶ τὰ τούτων συνιδεῖν. χρήσομαι δὲ ἀντὶ πάντων ταῖς Φλαυίου Ἰωσήπου φωναῖς

    “ Ἄρξομαι δὲ πρῶτον ἀπὸ τῶν παρ’ Αἰγυπτίοις γραμμάτων. αὐτὰ μὲν οὖν οὐχ οἶόν τε παρατίθεσθαι τἀκείνων· Μάνεθως δὲ τὸ γένος Αἰγύπτιος, ἀνὴρ τῆς Ἑλληνικῆς μετεσχηκὼς παιδείας, ὡς δῆλός ἐστι, γέγραφε γὰρ Ἑλλάδι φωνῇ τὴν πάτριον ἱστορίαν, ἔκ τε τῶν ἱερῶν , ὥς φησιν αὐτὸς, μεταφράσας, ὃς καὶ πολλὰ τὸν Ἡρόδοτον ἐλέγχει τῶν Αἰγυπτιακῶν ὑπ’ ἀγνοίας ἐψευσμένον ’ οὗτος δὴ τοίνυν ὁ Μάνεθως ἐν τῇ δευτέρᾳ τῶν Αἰγυπτιακῶν ταῦτα περὶ ἡμῶν γράφει ’ παραθήσομαι δὲ τὴν λέξιν αὐτοῦ, καθάπερ αὐτὸν ἐκεῖνον παραγαγὼν μάρτυρα.

    . . . “ τοῦ Τιμαῖος ὄνομα. ἐπὶ τούτου οὐκ οἶδ’ ὅπως ὁ θεὸς ἀντέπνευσε, καὶ παραδόξως ἐκ τῶν πρὸς ἀνατολὴν μερῶν ἄνθρωποι τὸ γένος ἄσημοι καταθαρρήσαντες ἐπὶ τὴν χώραν ἐστράτευσαν, καὶ ῥᾳδίως ἀμαχητὶ ταύτην κατὰ κράτος εἷλον.

    Καὶ ἐπιλέγει μετὰ βραχέα

    [*](14 Ἄρξομαι — ] losephus c. Apion. 1, 14. 16.)
    v.1.p.582

    “ Ἐκαλεῖτο δὲ τὸ σύμπαν αὐτῶν ἔθνος Ὑκ[ουσ]σώς· τοῦτο δέ ἐστι βασιλεῖς ποιμένες. τὸ γὰρ Ὓκ καθ’ ἱερὰν γλῶσσαν βασιλέα σημαίνει, τὸ δὲ [Οὐσ]σὼς ποιμήν ἐστι, καὶ ποιμένες κατὰ κοινὴν διάλεκτον , καὶ οὕτω συντιθέμενον γίνεται Ὑκ[ουσ]σώς.

    τινὲς δὲ λέγουσιν αὐτοὺς Ἄραβας εἷναι. ἐν δ’ ἄλλῳ ἀντιγράφῳ οὐ βασιλεῖς σημαίνεσθαι διὰ τῆς Ὑκ[ουσσὼς] προσηγορίας, ἀλλὰ τοὐναντίον αἰχμαλώτους δηλοῦσθαι ποιμένας. τὸ γὰρ Ὑκ[ουσσὼς] Αἰγυπτιστὶ καὶ τὸ ἃκ δασυνόμενον αἰχμαλώτους ῥητῶς μηνύει.

    καὶ τοῦτο μᾶλλον πιθανώτερόν μοι φαίνεται καὶ παλαιᾶς ἱστορίας ἐχόμενον· τούτους δὲ τοὺς προκατωνομασμένους βασιλέας καὶ τοὺς τῶν ποιμένων καλουμένων καὶ τοὺς ἐξ αὐτῶν γενομένους κρατῆσαι τῆς Αἰγύπτου φησὶν ἔτη πρὸς τοῖς ’φ’ ία .

    μετὰ ταῦτα δὲ τῶν ἐκ τῆς Θηβαίδος καὶ τῆς ἄλλης Αἰγύπτου βασιλέων γενέσθαι φησὶν ἐπὶ τοὺς ποιμένας ἐπανάστασιν , καὶ πόλεμον συρραγῆναι μέγαν καὶ πολυχρόνιον. ἐπὶ δὲ βασιλέως , ᾧ ὄνομα εἶναι Μισφραγμούθωσις, ἡττωμένους φησὶ τοὺς ποιμένας , καὶ ἐκ μὲν τῆς ἄλλης Αἰγύπτου ἐκπεσεῖν, κατακλεισθῆναι δὲ εἰς τόπον ἀρουρῶν ἔχοντα μυρίων τὴν περίμετρον· Αὔαρις ὄνομα τῷ τόπῳ.

    τοῦτόν φησιν ὁ Μάνεθως ἅπαντα τείχει τε μεγάλῳ καὶ ἰσχυρῷ περιβαλεῖν τοὺς ποιμένας, ὅπως τήν τε κτῆσιν ἅπασαν ἔχωσιν ἐν ὀχυρῷ καὶ τὴν λείαν τὴν ἑαυτῶν.

    τὸν δὲ Μισφραγμουθωσεως υἱὸν Θμούθωσιν ἐπιχειρῆσαι μὲν αὐτοὺς διὰ πολιορκίας ἑλεῖν κατὰ κράτος, ὀκτὼ καὶ τεσσαράκοντα μυριάσι στρατοῦ προσεδρεύσαντα τοῖς τείχεσιν· ἐπεὶ δὲ τὴν πολιορκίαν ἀπέγνω, ποιήσασθαι συμβάσεις, ἵνα τὴν Αἴγυπτον ἐκλιπόντες ὅποι βούλονται πάντες

    v.1.p.583
    ἀβλαβεῖς ἀπέλθωσι.

    τοὺς δὲ ἐπὶ ταῖς ὁμολογίαις πανοικεσίᾳ μετὰ τῶν κτήσεων , οὐκ ἐλάσσους μυριάδων ὄντας εἰκοσιτεσσάρων, , ἀπὸ τῆς Αἰγύπτου τὴν ἔρημον εἰς Συρίαν διοδοιπορῆσαι,

    φοβουμένους δὲ τὴν Ἀσσυρίων δυναστείαν, τότε γὰρ ἐκείνους τῆς Ἀσίας κρατεῖν, ἐν τῇ νῦν Ἰουδαίᾳ καλουμένῃ πόλιν οἰκοδομησαμένους, τοσαύταις μυριάσιν ἀνθρώπων ἀρκέσουσαν, Ἱεροσόλυμα ταύτην ὀνομάσαι.”

    Τούτοις ἐξῆς τὴν διαδοχὴν τῶν κατ’ Αἴγυπτον βασιλέων μετὰ τοῦ χρόνου τῆς ἀρχῆς αὐτῶν ἀπαριθμησάμενος ἐπιλέγει,

    “ Ταῦτα μὲν ὁ Μάνεθως. δῆλον δ’ ἐστὶν, ἐκ τῶν εἰρημένων ἐτῶν τοῦ χρόνου συλλογισθέντος , ὅτι οἱ καλούμενοι ποιμένες, ἡμέτεροι δὲ πρόγονοι, τρισὶ καὶ ἐνενήκοντα καὶ τριακοσίοις πρόσθεν ἔτεσιν ἐκ τῆς Αἰγύπτου ἀπαλλαγέντες τὴν χώραν ταύτην ἐπῴκησαν ἢ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι· καίτοι τοῦτον ἀρχαιότατον Ἀργεῖοι νομίζουσι.

    δύο τοίνυν ὁ Μάνεθως ἡμῖν τὰ μέγιστα μεμαρτύρηκεν ἐκ τῶν τῶν παρὰ τοῖς Αἰγυπτίοις γραμμάτων ’ πρῶτον μὲν τὴν ἑτέρωθεν ἄφιξιν εἰς Αἴγυπτον, ἔπειτα δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν οὕτως ἀρχαίαν τοῖς χρόνοις ὡς ἐγγύς που προτερεῖν αὐτὴν τῶν Ἰλιακῶν ἔτεσι χιλίοις.”

    Ἀλλὰ τὰ μὲν ἀπὸ τῆς Αἰγυπτιακῆς ἱστορίας ταύτῃ πη τῷ Ἰωσήπῳ κατὰ πλάτος ἀνιστόρηται ’ ἀπὸ δὲ τῆς Φοινίκων , μάρτυσι χρησάμενος τοῖς τὰ Φοινικικὰ συγγραψαμένοις , παρίστησι τὸν ἐν Ἱεροσολύμοις νεὼν ὑπὸ Σολομῶνος τοῦ βασιλέως ᾠκοδομῆσθαι ἔτεσι θᾶττον ἑκατὸν τεσσαράκοντα καὶ τρισὶ καὶ μησὶν ὀκτὼ τοῦ κτίσαι Τυρίους Καρχηδόνα ’ εἶτα

    v.1.p.584
    μεταβὰς καὶ ἀπὸ τῆς περὶ Χαλδαίων ἱστορίας τὰς περὶ τῆς Ἑβραίων ἀρχαιότητος παρατίθεται μαρτυρίας.