Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τούτων οὕτως ἐχόντων νῦν καὶ περὶ τῆς τῶν ἀπογωνίων δυνάμεως ἀρκτέον. τὴν μὲν πῆξιν Κριτόδημος ἐποιήσατο, τὴν δὲ εἴσοδον πρότερον αὐτὸς ἀνευρών, διασαφήσας δὲ ἐν ἑτέροις βιβλίοις καὶ νῦν δὲ ἀκριβέστερον ἐξευρὼν ἐπιδιαγραφήσω. πᾶσα γάρ ἀγωγῆς εἴσοδος κατʼ ἀρχάς ἀμελεστέραν τὴν εὕρεσιν ἔχει, ἐξιχνευθεῖσα δὲ ἐξ ὑστέρου βεβαιοτέρα καθίσταται. εἰ μὲν οὖν τις συνήνοοίη πότερος βελτίων, ὁ συντάξας σοφῶς καὶ κατεζητημένως ἢ ὁ τὰς ἐπιλύσεις ἐξευρὼν, φήσει κατὰ τὸν ἐμὸν νοῦν τὸν ἐξευρόντα βελτίονα. καὶ γάρ ὄργανον μουσικὸν οὐ τῷ κατασκευάσαντι τὸν ἔπαινον παρέχει, ἀλλὰ τῷ μέλλοντι ἐμπείρως διὰ πνεύματος μουσικὸν ἦχον ἐνδείκνυσθαι. ὁμοίως δὲ καὶ πᾶν εἷδπς ὀργανοποιίας ἢ συντάξεως μή ἔχον τὸν εἰδημόνως προεστῶτα τοῦ ἔργου κενὸν καὶ μάταιον καὶ ἀργὸν νομίζεται· ἢν δέ τις αὐτὸ διαιρήσῃ κατὰ τρόπον ἢ καὶ ἐπιγνῷ τὴν δύναμιν, οὐ μόνον ἡδονὴν καὶ τέρψιν παρέχει, ἀλλὰ καὶ ὠφέλειαν καὶ δόξαν. πολλοὺς γοῦν ἐγώ κατελαβόμην λογίους παραιτησαμένους τινὰς τῶν συγγραφέων διὰ τὸ σκολιὸν καὶ κατεζητημένον. ἀλλʼ εἰς τὸ προκείμενον τὴν διάνοιαν μετάγειν δεῖ. καὶ γὰρ ἐν ταύτῃ τῇ ἀγωγῇ συμφ ορεύειν Ἥλιόν τε καὶ Σελήνην, ὧν καὶ τὴν εἰς ἄλλους συμπάθειαν κοσμικὴν καὶ ἁρμονίαν μετὰ τὰς πρσγεγραμμένας οὐκ ἀναγκαῖον ἐπιβεβαιῶσαι διὰ πολλῶν. τὴν οὗν ἀπόδειξιν ποικίλως ἔχει, πρότερον δὲ καθὼς ἑτέροις ἔδοξε προτάξω.