Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁμοίως δὲ καὶ Ἀχιλλεύς τὸ Τρωικὸν πεδίον αἵματι πληρώσας καὶ Ξάνθον τὸν ποταμὸν νεκρῶν πλήσας καὶ δόξας θεομαχεῖν καὶ ὑπὲρ ὑπὸ θεῶν βοηθούμενος καταλειφθεὶς ὑπὸ Ἀθηνᾶς ἀνῃρέθη ὑπὸ Ἀλεξάνδρου μητρὸς αὐτῷ θεᾶς παρεστώσης. ἀλλὰ μὴν καὶ ἐπὶ Διομήδους καὶ Ὀδυσσέως Ἀθηνᾶ ὕπνῳ μεθύσασα τοὺς βαρβάρους, ὅπως Ῥῆσος ὁ Θρακῶν βασιλεύς ἀπόληται, τούτοις παρέσχε τὴν ἀριστείαν· καὶ ἕτερα δὲ τεκμήρια περὶ τοιούτων ὑπὸ πολλῶν συντεταγμένα φέρεται. τοῖς δὲ ἐν ῥώμῃ σωμάτων οὖσι καὶ δυνάμει πράξεων βοηθουμένοις ὑπὸ τοῦ χρόνου καὶ θεοῖς προσομιλεῖν δοκοῦσι καὶ παρεστάναι δεῖ συλλογίζεσθαι, ὅτι καὶ [*](9 Il. Θ 19 11 παρὰ] περὶ S 12 mirum ἐπὶ θεοῖς (illatum ex v. 5?) 13 lac. stat. Rad. 14 cf. Il. 0 610—614 15 ἀκατάλειπτος S 18 Il. Ο 605 19 cf. Plut. de Hom. 115 21 Il. Χ 213 λεῖπεν S 25 παριστώσης S 27 ἀπόλὲιται S 28 παρέσχες S si necesse sit, hiuc concludas eum tales versus apud priores congestos repperisse (cf. Chrysipp. II fr. 925, 937, 997, 999, supra p. 221, 15. 272, 2))

348
οἱ θεοὶ τῶν μοιρῶν ὑπουργοὶ γενόμενοι ὧν μὲν βοηθοὶ ὧν δὲ πολέμιοι καθίστανται· ἀπροφάσιστον γὰρ οὐδὲν ἐν ἀνθρὼποις ἐπί τε τῶν φαύλων καὶ ἀγαθῶν δημιουργεῖται· ἔτι δὲ καὶ κατασκευάζεται ὑπὸ εἱμαρμένης τά μέλλοντα ἔσεσθαι διά τε ἁρμονίας καὶ φιλίας καὶ δόξης συστάσεως προκειμένης ἔχθρας σίνους πάθους ἀπορρήτμων πραγμάτων καὶ μυστικῶν καὶ θανάτου καὶ τῶν λοιπῶν.