Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐξεῦρον δὲ καὶ ἑτέραν ἄφεσιν ἐκ πείρας, καθώς ᾐνίξατο Ζωροάστρης, πρὸς τὰς τῶν ἀστέρων ζώνας. ἀπὸ Σελήνης ἀρχὴν ποιησάμενος ἀνωφερῶς ἑκάστῳ ἀστέρι· Σελήνη θ΄, εἶτα Ἑρμῇ θ΄, ἑξῆς Ἀφροδίτῃ θ΄, εἶτα Ηλίῳ θ΄, εἶτα Ἄρεῖ θ΄, εῖτα Διὶ θ΄, εἶτα Κρόνῳ θ΄· καὶ ἐξῆς κατωφερῶς ἕως συμπληρώσεως ἐτῶν ρη΄ τῶν τῆς Σελήνης τελείων χρόνων. ταῦτα δὲ κοσμικῶς προέθετο ὑποδείγματος χάριν, ὡς καὶ βασιλεὺς καὶ ἕτεροι πλεῖστοι. Πάντες μὲν οὖν καθώς πρόκεινται χρῶνται· ἐμοὶ δʼ ἔδοξε τὸν μερισμὸν τοῦτον ποιεῖσθαι· πλῆθος τῶν καταγομένων ἐτῶν ἀπολύειν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου προεκκρούσαντας διάφορον, ὦν ἐπέχει ἡ Σελήνη, καὶ ἐπίλοιπον εἰς συμπλήρωσιν τῶν θ΄ ἐτῶν ἀπομερίζειν, ἔπειτα τοῖς ἐξῆς ζῳδίοις διδόναι ἀνὰ θ΄ ἔτη· ἐὰν δὲ μὴ χωρῇ ζῴδιον θ΄ ἔτη, εἶτα μηνιαίους χρόνους ἑκάστῳ ζῳδίῳ διδόναι μέχρι συμπληρώσεως τοῦ ζητουμένου χρόνου, προκατοπτεύσαντας κεκληρωμένον ζῴδιον τὴν ἐννεατηρίδα, ὅθεν καὶ ἡ ἄφεσις τῶν θ΄ μηνῶν ἐγένετο· ὅπου δʼ ἄν καταλήξῃ, συγκρίνειν κατὰ τὴν προγεγραμμένην αἵρεσιν, πότερον ἐνεργὴς ἤ ἄτονος τερματίζεται. ἐὰν γάρ πως αἱ ιβ΄ ἀρέσεις τὴν αὐτὴν δύναμιν ἐπισχῶσι, πρὸς μὲν τὰ ζωτικὰ τέλειον ἐποίσουσι, πρὸς δὲ τὰ πρακτικὰ εὐτονήσουσι προσημαινομένμων. καὶ οὕτως μὲν τοῖς ιβ΄ ζῳδίοις μερίζοντες ἀνὰ ἔτη θ΄ εὑρήσομεν τὴν συμπλήρωσιν ρη΄ ἐτῶν· εἰ δὲ τοῖς ζῳδίοις προμερίζοντες ἐκ δευτέρου τοῖς αὐτοῖς πάλιν προσνέμομεν, πλεονεξία τις καὶ μειότης εὑρεθήσεται πρὸς τοὺς ἀστέρας. ἄλλως τε καὶ τὰς πλείους γενέσεις ὑπὸ τὸν αὐτὸν χρόνον ἕνα ἔχειν χρονοκράτορα ἀδύνατον καὶ ἀνάρμοστον. ἡ οὖν ζῳδιακὴ ἄφεσις καθʼ ἑκάτερα ἥ τε Σελήνη παρά τὰς στάσεις ἀλλοιουμένη κατὰ γένεσιν οὐ τὴν τυχοῦσαν διαφοράν ἀπεργάζεται. σκοπεῖν οὖν χρή, καθὼς προεῖπον καὶ νῦν δὲ διασαφήσω ἀναγκαίως, τὸν τοῦ Διὸς ἀστέρα, εἰ ἐπιθεωρεῖ τὸν ὡροσκόπον μοιρικῶς, τουτέστι πότερον ἐντὸς τῶν μοιρῶν αὐτοῦ ἢ ὑπὲρ τὰς μοίρας ἔβαλλεν τὰς ἀκτῖνας· ἐὰν μὲν πλειόνων μοιρῶν εὑρεθῇ ἀναποδιστικὸν σχῆμα ἔχων, εὔτονος πρὸς βοήθειαν· φέρεται γὰρ [*](1 in mg. ὁ S 5 ἐνωμερῶς S 10 nempe πρόκειται 11 possis οὕτω 14 ἀπομερίσειν S 15 ζωδίων S εἶτα] οἶδα S 17 προκατοπεύσαντας S 22 nempe ἀτονήσουσι προσημαινόμενα 24 expectas προμερίσαντες 27 ἕνα ἕνα ἔχει S)

338
ὡς ἐπὶ τάς τοῦ ὡροσκόπου μοίρας· ἐὰν δὲ ἡττόνων, κατὰ φύσιν βέλτιον· ἐὰν δὲ ἀπόστροφος τοῦ ὡροσκόπου εὑρεθῇ, χαλεπός· καὶ ἐφʼ ὅσον μὲν ἐπιθεωρεῖ τόπον τινὰ ἀφετικὸν ἤ ἀστέρος ἢ ζῳδίου κατὰ τὴν τοῦ ζητουμένου χρόνου μετάβασιν, ἀγαθοποιὸς καθίσταται· ὅταν δὲ ἀπαλλαγῇ τοῦ ζῳδίου ἤ τῶν μοιρῶν κατὰ προποδιστικὴν ἤ ἀναποδιστικὴν φάσιν, κακοποιὸς καὶ βλαπτικὸς ὑπάρχει. παρατηρητέον δὲ καὶ τὴν Σελήνην πρὸς τὰς τοῦ Ἡλίου καὶ τῶν κέντρων ἰσομοιρίας ἤ τετράγωνον ἤ τρίγωνον ἤ διάμετρον οὐ μόνον δὲ ἀλλὰ καὶ κατά τὰς διαστάσεις τῶν ιε΄ μοιρῶν ἢ τῆς τοῦ ζῳδίου ἡμισείας ἀναφορᾶς· τότε γὰρ δοκεῖ τὴν κίνησιν ποιεῖσθαι. μάλιστα μὲν οὖν καὶ ὁπόταν ἔν τινι χρόνῳ κατὰ δύο συνδέσμων φέρηται, ἀναμφίλεκτος ἔσται ἡ ἀναίρεσις· ἡ δὲ διάκριθις τοῦ θανατικοῦ κύκλου καταληφθήσεται ἐκ τε τῆς ἡλιακῆς καὶ σεληνιακῆς μοίρας, καθὼς ἐκτεθείμεθα κατʼ ἀμφοῖν καὶ κατὰ τάς ἀγωγάς ἀνακυκλουμένων, ἡ καὶ ἑτέρας δυναστικῆς ἀγωγῆς συντρεχούσης τοῖς συνδέσμοις.