Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Γενήσεται οὖν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τάς μετεμβάσεις ἐκ τῶν ζῳδίων κατὰ τούς χρόνους, καθώς πρόκειται. δεῖ οὖν λογίζεσθαι οὕτως· ὅσα ἄν κατάγῃ ἡ γένεσις ἔτη, τοσαύτας ἡμέρας ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ σκοπήσαντες, πόσοι μηνὸς ἑτέρου ἡ αὐτοῦ τοῦ γεννητικοῦ, ἐκείνην τὴν ἡμέραν ἀστερίσαντες πρῶτον, εἰ ὡροσκοπεῖ τις ἢ ἐπί τινα μετῆλθεν, καὶ πότερον ἀπὸ κέντρου εἰς ἐπαναφοράν ἤ εἰς ἀπόκλιμα ἤ ἀπὸ ἀποκλίματος εἰς ἐπίκεντρον τόπον, ἤ ἀνατολικὸς ὑπάρχων κατά τὴν τῆς καταβολῆς χρονογραφἱαν ὑπὸ δύσιν κατῆλθεν ἢ εἰς ἑτέραν ἄτακτον φάσιν ἢ βελτίονα· καὶ τούτων αί καιρικαὶ ἀποτελεσματογραφίαι σοι νοηθήσονται. ἔδοξε δέ μοι καὶ τοῦτο ἔχειν καλῶς· τὰ καταγόμενα ἔτη ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ λογισάμενοι, εἰς ποῖον μῆνα ἡ ἡμέρα ἐκπίπτει, αὐτοῦ τοῦ καταγομένου ἐνιαυτοῦ τῶν ἀστέρων ποιεῖν τε καὶ συγκρίνειν, καθὼς πρόκειται· ἐπὶ μὲν τῆς προδεδηλωμένης ἐπεμβάσεως καὶ μεταβάσεως τῶν ἀστέρων εἰς πολλὴν διαφοράν ἐπὶ Κρόνον καὶ Δία καὶ Ἄρεα εὑρήσομεν ἀλλʼ ἀνεπαίσθητον καὶ αὐτοῖς τοῖς τόποις ἐπόντας· ἐπὶ δὲ ταύτης κατὰ τετράγωνον καὶ τρίγωνον καὶ διάμετρον γινομένους εὑρήσομεν.

[*](3 proelive γε 4 ὡροσκόπου] β΄ S 16 τῷ alterum] τῶν S 19 nempe γνώσρ 21 structurae huius enuntiati succurrere nolui 29 καλῶς] κατὰ S 33 ἐπεμθέσεως S2] ἡγήσεαως S1)