Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τῶν δὲ περιπεπονημένων μοι μηδὲν ἀποκρύπτειν βουλόμενος καὶ ἑτέραν φιλοκαλίαν ἐπεισφέρω τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσιν ἀφθόνως ἅτε δὴ γνησίοις παισίν. οἱ κατατεταγμένοι ἔσονται κανόνες τῶν β΄ πλινθίων· πάλιν ἐν ἴσῳ διαστήματι τοῦ πλάτους συνηρμόσθησαν, καὶ ἔστιν ὁ μὲν πρότερος προκείμενος Σελήνης καὶ ἡμερήσιον δρόμον ἔχων ἀπὸ ἐλαχίστου ὄρου ἐτῶν ια΄ εἰς ἔκστασιν χωρῶν ἔτι ἐν τῷ πρώτῳ στίχῳ. τὸ δʼ αὐτὸ διάστημα ἐν τῷ κάτω στίχῳ εἰς ιε΄ ὥρας τοῦ τελείου ὅρου· ἔστι δὲ ἄνωθεν ἕως κάτω στίχων μή ἐπεὶ οὖν ἀπὸ τῶν ια΄ ε΄ παραυξομένων λεπτῶν εἰς τὸν μή στίχον πλήρη τὰ δ΄ τοῦτ᾿  ἔστιν ὑπεροχή. ὅπου δὲ ἡ ἑξηκοντὰς πληροῦται, κινναβάρει ἐπιγέγραπται ἑτέρου δρόμου ἀρχὴν σημαῖνον. καὶ οὕτω ὁ δρόμος τῆς Σελήνης πεπλήρωται. τὸ δὲ ἕτερον κανόνιον τοῦ μεγέθους τῶν ὡρῶν πρὸς τὰ ζ΄ κλίματα· τοῦτο γὰρ καὶ τῶν λοιπῶν κλιμάτων ἔχει τοὺς ἀριθμοὺς [*](2 ἐπισυνθέντων S nempe τὴν ἡμίσειαν 12 ὕς] ὡς S 21 περιπονημένων S μοι] μορῶν S 23 κατεταγμένοι S 29 ἐπεὶ] an ἔσται? 32 σημαίνων S οἵτῳ] τούτου S πεπληροῦται S)

362
ἀπὸ ἐλαχίστου ἕως μεγίστου, τουτέστιν ἀπὸ τῶν ια΄ προκειμένων ἐν τῷ α΄ στίχω ἕως τῶν ιθ΄ λ΄ κειμένων ἐν τῷ ἔξω στίχῳ. προκατάγω οὖν ἐν τῷ α΄ στίχῳ ι΄ λ΄ ἕως τοῦ κάτω στίχου ο΄· ἐπὶ μὲν οὖν λεπτῶν ἐκ παραυξήσεως εὗρον ἐν τῷ κάτω στίχῳ ιε΄ καταλήξαντα, ἃ σημαίνει τὸν ἰσημερινὸν χρόνον· ὁμοίως κατʼ ἄντικρυ τῶν ιε΄ προστιθεμένων πάλιν ἐτῶν καὶ ἀνωφερῶς πληροῦται ιθ΄ λ΄ εἰς τὸν α΄ στίχον. αἰ δὲ πλατικαὶ περιγραφαὶ εἰς β΄ ὥρας διαιροῦνται ἐφεξῆς, ἐπὰν εἰς τὸ ἰσημερινὸν ἡμικύκλιον ἰσωθῇ, ἢ κατὰ τὸ διάμετρον λογιζέσθω νυκτός. ἐστι δὲ ἡ διαχωρίζουσα γραμμὴ διπλῆ. ὃν δὲ λόγον ἔχει νὺξ πρὸς τὴν ἡμέραν, τὸν αὐτὸν λόγον ὥρα πρὸς ὥραν ἕξει τὸ μέγεθος. οἷον τὸ τζ΄ πρὸς τὰ ιγ΄· δωδεκάκις τὰ δεκαεπτὰ γίνεται σδ΄ καὶ δωδεκάκις τὰ ιγ΄ γίνονται ρνζ΄· συμπληροῖ τὰς τξ΄. ἄμ ἀμφότερα οὖν τὰ κανόνια τὰς τῆς Σελήνης μοίρας καὶ τὰς φάσεις αὐτῆς προδηλώσουσιν· ἐὰν οὖν θέλωμεν ἐπιγνῶναι, πόσων μοιρῶν ἡ Σελήνη ἐστὶν ἐπὶ γενέσεως πρὸς ὡριαίαν κίνησιν, οὕτως πραγματευσόμεθα. πάντοτε δεῖ πρῶτον εἰσέρχεσθαι εἰς τὸ τῶν κλιμάτων κανόνιον, ἔχοντα δὲ διαβήτην κεχηνότα καὶ κατὰ τὴν ἡλιακὴν μοίραν εἰς τὸ β΄ ἡμισφαίριον ἐπιγνόντα τὸ μέγεθος τῶν ὡρῶν κατʼ αὐτὸ ἐπιθεῖναι τὴν ἀρχὴν τοῦ διαβήτου δίκην· εἶθ οὕτως τὴν ἑτέραν ἐπεκτείνειν ἕως τῆς ζητουμένης ὥρας· εἰσὶ γὰρ κεκανονισμέναι αἱ ιβ΄ ὧραι τῆς νυκτός. ἐὰν οὖν ᾗ ἡμερινὴ ἡ γένεσις, τὸ διάστημα τοῦ νυκτερινοῦ ἡμισφαιρίου ἀνατυπώσαντα εἰς τὸν διαβήτην ἐκτείνειν πάλιν ἕως τῆς ζητουμένης ὥρας ἡμερινῆς· εἶθ᾿ οὕτως τὸ πᾶν πλῆθος τῶν ὡρῶν ἐκμετρήσαντα εἰσφέρειν τὸν διαβήτην εἰς τὸν τῆς Σελήνης κανόνα καὶ κατὰ τὸ δρόμημα παραπλησίως θέντα τὴν ἀρχὴν τοῦ διαβήτου συνορᾶν, ἐκ ποίας μοίρας τερματίζεται τὸ μέγεθος. αἱ δὲ μοῖραι πρόδηλοι ἔσονται ἐφεξῆς κατὰ τὴν τοῦ δρομήματος χωρογραφίαν, ἃς δεῖ τιθέναι μετὰ τὴν Ἡλίου δύσιν ταῖς προευρεθείσαις μοίρας κατά τῆς Σελήνης καὶ ἔξωθεν πάλιν τὰς κλιματικὰς διαφορὰς ἐπιπροστιθέναι καὶ τοσούτων λογίζεσθαι τὴν Σελήνην μοιρῶν. δεῖ οὖν ἀκριβῶς τὰ ἡμισφαίρια ἐπίστασθαι καὶ μάλιστα τὸ νυκτερινὸν ἀεί· δυνατὸν μὲν οὖν καὶ ἐκ τοῦ ἡμερινοῦ ἡμικυκλίου ἐκμετρήσαντα τὰς λειπούσας εἰς τὸ ἡλιοδύσιον εἰσφέρειν εἰς τὸ τῆς Σελήνης καὶ λογίσασθαι ἔχειν ἐκεῖνο τὸ διάστημα καὶ τὰς εὑρεθείσας μοίρας [*](2 προκατάγων S 3 ἐπὶ] ἔστι ut vid. S 6 πληροῖται S 10 nempe τοῦ μεγέθους 11 δωδεκάκι S (item v.) 14 πόσον μ S 18 τὸν ω S 19 δίκην non anum 30 τοσοῦτον S 31 τὸ νυκτερινὸν] τῶν ρν S 38 ἡλιοδύσιν S 34 an del. ἔχειν?)
363
φέρειν. ἀλλʼ ἐὰν οὕτως μεθοδεύσωμεν, οὐ χρηματίσει ὅλον κανόνιον τῆς Σελήνης κατὰ πλάτος, ἀλλὰ μέρος αὐτοῦ· ὅθεν τῷ νυκτερινῷ προύχρηστέον.

Σαφέστερον δὲ τὴν εἴσοδον ποιησόμεθα δἰ ὑποδειγμάτων. ἔστω γένεσις Ἀδριανοῦ ἔτος γ΄ , Ἀθὺρ λ΄, ὥρα ἡμέρας δ΄ Ἥλιος Σκορπίου μοίρᾳ ζ΄ , Σελήνη Παρθένου μοίρᾳ λ΄ ἕως ὀψὲ δρόμημα μοιρῶν ιδ΄ ιε΄. τὸ δʼ ἐκ τῆς ἰσημερινῆς μέγεθος κατὰ ἡμέρας κ΄ μοῖραν εὑρέθη ιβ΄ μοῖραι. εἰσελθὼν εἰς τὸ σελίδιον τῶν κλιμάτων κατὰ τὰς ια΄ μοίρας καὶ εὑρών ια΄ μβ΄ τούτῳ χρῶμαι τῷ στίχῳ. ἐπεὶ οὖν ἡμερινόν ἐστιν ἡμισφαίριον, εἰς τὸ ἄντικρυ αὐτοῦ εἰσελθών, ὅπερ ἐστὶ νυκτερινόν, κατά τὰς ιη΄ μοίρας καὶ λεπτὰ ιη΄ τὰ ια΄ μβ΄ πληροῖ τὴν τριακάδα· ἔθηκα οὖν τὴν ἀρχήν τοῦ διαβήτου κατὰ τὰς ιη΄ μοίρας καὶ ἐξέτεινα ἕως τῶν ἄλλων ὡρῶν τῆς ἡμέρας ὑπὲρ τὴν γραμμὴν κατὰ τὰς πάσας ια΄ με΄ . καὶ τοῦτο τὸ μέγεθος τῆς ἐκτάσεως τοῦ διαβήτου εἰσήνεγκα εἰς προκείμενον ὄργανον τῆς Σελήνης κατὰ δρόμημα. ἔτρεχεν δὲ ἐπὶ τῆς προκειμένης γενέσεως ιδ΄ ιε΄· εἰσῆλθον οὖν κατὰ ταῦτα καὶ ἔθηκα τὴν ἀρχὴν τοῦ διαβήτου καὶ ἐσκόπησα κατὰ πᾶσαν χώραν, ποῦ καταλήγει ἡ ἑτέρα ἀρχὴ τοῦ διαβήτου. καὶ εὗρον κατὰ τὴν δεκάτην περὶ δ΄ μέρος. ἐπεὶ οὗν ἑκάστη χώρα μοῖραν δηλοῖ, ταῦτα προσέθηκα ταῖς εὑρεθείσαις ἕως ἡλιοδυσίου Παρθένου μοίραις λ΄ καὶ ἐξευρέθη Σελήνη Ζυγοῦ μοίρᾳ κα΄ ἔγγιστα. καὶ ἄλλως δὲ εἰσελθὼν εἰς τὸ ἡμερινὸν ἡμικύκλιον κατὰ τάς ια΄ μβ΄ τοῦ μεγέθους τῆς ἡλιακῆς μοίρας ἐξέτεινα τὸν διαβήτην ἕως τῶν η΄ ὡρῶν τῶν κυπτουσῶν κατὰ τὴν γένεσιν εἰς τὸ ἡλιοδύσιον καὶ τὸ αὑτὸ μέγεθος.

[*](7 ἰσημερινῆς] siguum obscurum in S 11 ιή] η΄ S 13 post ὑπὲρ exiguum spatium in S 24 ἡλιοδύσιν S Reliqua pag. 176v vacua in S; f. 177 sqq. e V f. 106 descripta sunt)