Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καὶ τοῦτο δὲ φυσικὸν καὶ ἐναρμόνιον, τὰς λοιπὰς τοῦ Ἡλίου μοίρας καὶ τῆς Σελήνης ἐπισυνθέντας καὶ ἀρελόντας ζῳδιακὸν σύστημα τὴν περιλειφθεῖσαν μοῖραν ἡγεῖσθαι δυναστικὴν καὶ τὴν τούτου ἐπίκοινον, τὴν δὲ λειπομένην εἰς τὴν τριακοντάδα καῖ κατὰ τὴν τοῦ ἰσημερινοῦ πρόσθεσιν ἢ ἀφαίρεσιν σεληνιακὸν γνώμονα, ὃν ἐπισυνθέντας τῷ ἡλιακῷ καὶ τὴν ἡμίσειαν τῶν χρόνων λαβόντας ἡγεῖσθαι ζωτικούς. πολλάκις μέντοι κατὰ μόνας ὁ τοῦ [*](1 οὔτε] an ταύτας τὸ] τε S 5 κατασκευάζειν S 6 προσαγωνίζεται S 12 κρατμιοὶ S, corr. Rad. 16 ἔχει S 17 nempe χρῆσθαι 18 παραβόλλω S, cetera desperata 20 ἔχει S 21 κύριος S 22 παραμφοδεῖν: cf. ad IX 12 23 ὡς] ὅσω S 29 ἐπισυνθέντες καὶ ἐφελόντες S 32 σεληνικὸν S)

361
Ἡλίου γνώμων ἢ τῆς Σελήνης κατὰ τὴν τοῦ ἰσημερινοῦ πρόσθεσιν ἢ ἀφαίρεσιν τῶν β΄ τόπων ἐπισυντεθέντων ἡ ἡμίσεια φέρει τοῦ ζῳδιακοῦ κατὰ τὰς ἐπικαίρους αὐτῶν ἢ καὶ χρηματιστικὰς στάσεις. βέλτιον μὲν οὖν τὰ μοιρικά καὶ τὰ ζῳδιακὰ διαστήματα πρὸς ἀναφορὰν λογίζεσθαι· ἐὰν μέντοι κατὰ μόνας ὁ γνώμων χρηματίσῃ, αὐτοῦ μόνου τοὺς χρόνους λογίζεσθαι.

Τὸ ὑποκείμενον ὄργανον τὴν πῆξιν ἔχει περὶ ὡροσκοπικοῦ ζῳδίου καὶ ἀναγκαστικῆς καὶ φυσικῆς ὥρας, καθὼς καὶ ὁ βασιλεὺ ᾐνίξατο ἀπὸ τοῦ σπορίμου Ἡλίου παχυμερῶς. ἐγὼ δὲ λεπτομερέστερον, τὴν ἀρχὴν ἀπὸ τοῦ Θὼθ μηνὸς ποιησάμενος, ὅς ἐστιν ἀπόζυγος διὰ τὴν μονάδα, ὁ δὲ Φαωφὶ ἄρτιος διὰ τὴν δυάδα, ὁ δὲ Ἀθὺρ ὁμοίως ἀπόζυγος, ὁ δὲ Χοιὰκ ἄρτιος. καὶ ἀκολούθως ἓν παρʼ ἓν τὰ λοιπὰ δεῖ ζῴδια σκοπεῖν. κατὰ τὴν ζητουμένην νύκτα ἤ ἡμέραν καὶ τὸν χρηματίσοντα μῆνα εἰσελθόντες εἰς τὸ ὑποκείμενον κανόνιον ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων κατʼ εὐθὺ εὑρήσομεν τὰς γεννητικὰς ὥρας.