Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καὶ τοῦτο δέ μοι παρεισῆλθεν περὶ τῆς προκειμένης ἀγμωγῆς, τουτέστι τῶν κζ΄ ἐτῶν, καὶ κδ΄ κύκλους σεληνιακοὺς ὑποτάξαι· ὁπόταν μὲν τὸν ἀριθμὸν ἐπιδέχηται ἡ γένεσις. πραγματεύεσθαι ὡς προγέγραπται· περὶ δὲ τῶν νηπίων γενέσεων οὕτως. ἀπὸ μὲν τῆς Σελήνης τὴν ἄφεσιν ποιούμενος διδόναι ἑκάστῳ ζῳδίῳ μῆνας β΄ καὶ ε΄. ἔπειτα ἕως τῆς σεληνιακῆς συναφῆς καὶ τριγώνου ἢ τετραγώνου, εἷτα καὶ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας κέντρου κατὰ τὴν αὐτὴν συνηγγισμένην τῶν τῆς ὐποστάσεμως χρόνων. ἀπὸ δὲ τῆς ἡλιακῆς ἀφέσεως ἑκάστῳ ζῳδίῳ διδόναι μῆνας λ΄ καθὼς ἐπὶ τοῦ κλήρου τὴν διαίρεσεν λεπτομερεστέραν προετάξαμεν, οἰκονομεῖν, μέχρις ἐκ μηνιαίων ἢ ἐνιαυσιαίων ὑπόστασιν ἀναδέξηται ὁ χρόνος.

Παραληπτέον δὲ καὶ τοῦτον τὸν τρόπον, καθὼς εἰς τὸν περὶ σπορᾶς λόγον ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν καὶ ἡγεῖσθαι τὴν κατʼ ἐκτροπὴν μοιρικὴν Σελήνην σπόριμον ὡροσκόπον, τὴν θὲ ὥραν τῆς ἐκτροπῆς σπορίμην Σελήνην· καὶ ἐπιγνόντας τὸ διάστημα περὶ ἡμερῶν τῆς σπορᾶς πραγματεύεσθαι πρός τε τὰς συνόδους καὶ πανσελήνους καὶ τὰς λοιπὰς ἀποδιαστάσεις. καὶ --- ἀγωγῆς ὁ τῆς ἐκτροπῆς ὡροσκόπος συμφωνήσει.