Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τισὶ μὲν οὖν ἔδοξε τῶν εὐηθῶν λέγειν πάντα ἡμῖν· μὴ δυνάμενοι δὲ τοῦτο ἀποδεῖξαι διὰ πείρας εἰς μέρος τι τοῦ λόγου κατέδραμον φάσκοντες ἃ μὲν ἐν ἡμῖν, ἃ δὶ ἐν τῇ εἰμαρμένῃ. τυχόντες δὲ τούτου καὶ ἀναισχυντοῦντες εἰς ἄπειρα καὶ ἀνοίκεια ζητήματα ἐχώρησαν λέγοντες. τὸ προελθεῖν ἐκ τῆς οἰκίας ἐν ἐμοὶ καὶ τὸ λούσασθαι καὶ πορευθῆναι ὅπου βούλομαι καὶ πρᾶξαί τι καὶ πρίασθαι καὶ συντυχεῖν φίλῳ καὶ ἕτερα πλεῖστα ἄπορα. τοὐναντίον δὲ ἐγὼ φημι πρὸς τούτους, ὅτι οὐδὲ ταῦτα τὰ μάταια ἐν αὐτοῖς ἐστιν· εἰς τὸ ἐναντίον γάρ χωρεῖ τὸ τῆς προαιρέσεως διά τινας ἀπροφασίστους αἰτίας. καὶ γὰρ αὐτὸς πολλάκις πρᾶξαί τι βουλόμενος ἢ συντυχεῖν φί ίλῳ ὥραν καλὴν ἐκλεξάμενος οὐκ ἔτυχον τοῦ προκειμένου οὐδὲ μὴν ὅπου ἐβάδιζον γενόμενος· ὁπότε δʼ οὐκ ἐβουλήθην, τὸ τοιοῦτον συνετελέσθη· πάντως γὰρ ἔδει τὴν ὥραν ἐναρμόνιον τῶ μέλλοντι ἔσεσθαι τυχεῖν. τοιγαροῦν χρή τούς γε νοῦν ἔχοντας ἕπεσθαι τῷ δαιμονίῳ καθὼς βούλεται (κατασκευάζει γάρ τὴν --- πρὸς ὃ θέλει) ἢ καλὰς ὣρας ἐκλέγεσθαι, ἀρχικῆς δὲ πράξεως τῆς καταρχῆς γενομένης κατὰ τὴν κοσμικὴν κίνησιν καὶ ἀνάγκην συνορᾶν τὸ ἀποτέλεσμα ἐκ τῆς τότε ἀστροθεσίας καὶ τῆς τοῦ ὡροσκόπου.

Παρατηρητέον δέ, ὁπόταν εἰς σύνδεσμον ἐμπέσῃ μοιρικῶς ἢ ἐπὶ τέλει τῆς ἑξαμοιρίας, τὴν πρόσθεσιν ἢ ἀφαίρεσιν ποιεῖσθαι τῶν ἐπιβαλλόντων ἐτῶν κατὰ τὴν ζῳδιακὴν ὀργανοθεσίαν. πρὸς [*](1 δὲ] δὴ Wendl. 2 δʼ ὁπόσα Rad.] δὲ πρὸς ἃ S 3 συμφορὰν S fort. plura turbata 4 displicent τρέπεσθαι, στρέφεσθαι; εὔχεσθαι Wendl 6 fort. 〈καὶ〉 ἐξ. ἐξιστρημένοι S 9 τὶς S, corr. Rad. Wendl. 10 λογικοῦ. S 15 possis εὒπορα 20 μὴν requirere videtur ἐγενόμην sed omni potius vi caret 24 haec sana esse non spondeo. καλῶς Sa 25 κατʼ ἀρχῆς S ‘si in initio alicuius negotii καταρχή observata eat“ 26 an ἀνάγκη? 28 numerus hic om. in S, unde sequentes cum meis congruunt)

357
δὲ σύγκρισιν δυεῖν αἱρέσεων καὶ ἀγωγῶν, εἰ τοὺς αὐτούς φέροιεν χρόνους ἢ συνεγγίζοντας ἀλλήλοις, σκοπεῖν μὴ κατὰ τὸ αὐτὸ ζῴδιον συνεμπέσωσιν αἱ μοῖραι. εἰς δὲ τὰ ὅμορα ἰχυροποιοῦνται τὴν ὑπόστασιν τῶν ἐτῶν, ἐὰν ἀπὸ ἡμέρας εἰς νύκτα ἢ ἀπὸ νυκτὸς εἰς ἡμέραν ὁ ἱερὸς γνώμων συνεμπέσῃ ἐκ τούτων γὰρ καὶ αἱ ἀτρεκεῖς μοῖραι τῶν φώτων καταληπταὶ ἔσονται.