Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἱκανῶς μὲν οὖν ἡγοῦμαι καὶ ἀφθόνως τὰς τῶν προκειμένων δυνάμεις συντεταχέναι, τούτων δʼ οὕτως ἐχόντων ἔτι καὶ φιλοκάλοις πρὸς ἀναζήτησιν καὶ ἐπίνοιαν μέρος καταλεῖψαι. οὐ γὰρ πρὸς ἀμυήτους ἐποιησάμην τοὺς λόγους, ἀλλὰ πρὸς τοὺς τὰ τοιαῦτα δεινούς, ὅπως καὶ αὐτοὶ τὸ πολυμερὲς καὶ ποικίλον καὶ ἀκμαῖον λῆγον τῆς θεωρίας διὰ πολλῶν ὁδῶν, εἰσόδων τε καὶ [*](8 i. e. hic ἀνωφερῶς 10 τὸ] nempe τὸν (item v. 23) 18 ὅσην S 23 nempe τὸ ἔγκλιμα 28 In hoc capite edendo amicissime me adiuvit F. Boll 35 possis καὶ θέλγον (κηλοῦν Wdl))

353
ἐξόδων, ἐπιγνόντες θεοῖς προσομιλεῖν δόξωσιν. ὅτι μὲν γὰρ ἡ θειοτάτη ἐπιστήμη καθʼ ἑαυτὴν μὲν ὑπόστασιν ἀέναον καὶ ἀναμφίλεκτον καὶ ἀίδιον κέκτηται, πρόδηλον ἐκ τῶν ὁρωμένων ἔσεσθαι καὶ μελλόντων ὅτι δὲ παρὰ τὴν ἀνανδρείαν τῶν μετιόντων τὸ μάθημα καὶ τοὺς μὴ ἐγγυμνασθέντας κατὰ τρόπον περὶ τὰς τῶν κανόνων διαφορὰς ἔσθʼ ὅτε παραμφοδεῖ, καὶ τοῦτο πρόδηλον. ἐάσω μὲν γὰρ λέγειν καὶ περὶ τῶν τοὺς ἀναφορικοὺς συμπεπηχότων, ὅσην διαφορὰν κέκτηνται γραμμικήν τε καὶ ἀριθμητικὴν Ἡλίου τε καὶ Σελήνης κανονοποιίαι καὶ τῶν λοιπῶν ἀστέρων. τὸν μέν γε ἐνιαυτὸν ἄλλοι ἄλλως διέλαβον· Μέτων μὲν ὁ Ἀθηναῖος καὶ Εὐκτήμων καὶ Φίλιππος τξε΄ ε΄ ιθ΄, Ἀρίσταρχος δὲ ὁ Σάμιος δ΄ κ΄ ξβ΄, Χαλδαῖοι τξέ δʼ έ ζ΄, Βαβυλώνιοι δὲ τξε΄ δ΄ ρμδ΄ , καὶ ἕτεροι δὲ πλεῖστοι ἄλλως· εἰ οὖν κατὰ τετραετηρίδα μία ἡμέρα συνελθοῦσα τῇ τοῦ Ἡλῖου κανονοποιίᾳ ἀτρεκῆ μοῖραν ἐνδείκνυται, πῶς οὐκ ἀνάγκη καὶ μετὰ χρόνον καὶ καθʼ ἣν ἕκαστος ἐλογίσατο ἐνιαύσιον κίνησιν προστεθεῖσαν ἐπουσίαν τῇ ζητουμένη ἡμέρᾳ τὴν ἀκριβῆ μοῖραν ἐμφαίνειν;

Ἐλογισάμην οὖν κατʼ ἐμαυτόν, ὅτι οἱ προειρημένοι ἄνδρες τὴν μὲν δύναμιν τῆς ἀριθμητικῆς ήπίσταντο, τὴν δὲ τῶν ζωτικῶν χρόνων εὕρεσιν οὐκ εὐτύχησαν. εἰ γάρ τις αὐτῶν καὶ τοῦτο ἐξίχνευσεν, πάντως ἂν καὶ τὴν κανονοποιίαν τῷ λείποντι μθρίῳ προσηρμόκει. ἐπειράθην μὲν οὖν καὶ αὐτὸς κανόνα συμπῆξαι Ἡλίου τε καὶ Σελήνης πρὸς τὰς ἐκλείψεις· ἐπεὶ δέ με ὁ χρόνος [*](1 ἐπιγνόντας S δόκωσιν S 2 ἀένναον S 4 sententia perversa; syntaxis emendatur si scribas εἰρημένων καὶ ῥηθήσεσθαι μελλόντων vel sim. παρὰ] περὶ S μεόντων S 6 παραμφορεῖ S cf. 250, 30. 360, 22; usitatum sane παραφέρει 7 ἔσω S 10 similiter Censorinus (i. e. Varro) c. 19 varias de anni magnitudine sententias componit non eodem sed simili fonte usus μεθʼ ὧν S 10—11 Meton cum Euctemone et Philippo recte consociatur; cf. Gemin., p. 120 6 (ubi Metonis nomen per neglegentiam vel errorem omissum est) 11 ε΄ ιθ΄ (i. e. quinque dierum pars undevicesima)] θ΄ ιε΄ ε΄ ιε΄ Boll (i. e. diei pars quinta et pars quinta decima ═ 76/285 , cum Censorini et Gemini numerus efficiant 75/285. Aristarchus astronomus egregius Metonis numerum non depravare poterat sed corrigere; at cum 1/4 + 1/20 + 1/62 efficiant 0,3161 (Metonis numerus ═ 0,2631), pro certo habeo κ΄ (quod ne pro certo quidem legi) mutandum esse in ρ΄ et dici 1/4 + 1/162 ═ 0,2561; et fortasse etiam apud Censorinum scribendum: Aristarchus Samius tantumdem (i. e. dies 365 1/4: id enim dicere voluit aut debuit) et praeterea diei partem CLXII (MDCXXIII cod. , defendit Tannery Becherches, p. 144); nisi potius pro κ΄ restituendum σ΄ ut sit 1/4 + 1262 ═ 0,2538 et apud Censorinum CCLXII 12 de Chaldaeis cf. Catal. V 2 p. 127 13 εἰ] ἡ S 16 ἐπουσία S: cf. v. g. Gemin. 208, 3 17 ἐμφαίνει S)

354
περιέκλειε τὸ τέλος ἐπάγων, ἠνέχθην κατὰ τὸν βασιλέα εἰς τὸ εἰρηκέναι· ἕτεροι μὲν οὖν κατημάξευσαν τάσδε τὰς τρίβους, διόπερ παρίημι τὸν ὑπὲρ τούτων λόγον. ἔδοξεν οὖν μοι χρῆσθαι Ἱππάρχῳ μὲν πρὸς τὸν Ἡλιον, Σουδίνῃ δὲ καὶ Κιδυνᾷ καὶ Ἀπολλωνίῳ πρὸς τὴν Σελήνην, ἔτι δὲ καὶ. Ἀπολλωνίῳ πρὸς ἀμφότερα τὰ εἴδη, ἐάνπερ τις τῇ προσθέσει τῶν η΄ μοιρῶν χρῆται, καθὼς ἐμοὶ δοκεῖ. ἀλλὰ μὴν καὶ καλῶς πραγματευσάμενος τοὺς κανόνας ὡς πρὸς τὰς τῶν φαινομένων θεωρίας ὁμολογεῖν ὡς θνητὸς παρὰ μίαν ἢ δύο μοίρας φέρειν· τὸ γάρ ἀπλανὲς καὶ ἀναμφίλεκτον παρὰ θεοῖς μόνοις πέφυκεν· ἀναφορικῶς δὲ κέχρηνται τῷ προεγκλίματι πεπραγματευμένων κλιμάτων ιθ΄.