Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐπεὶ δὲ πολλοὶ τῶν φιλομαθῶν ἀλλεπαλλήλοις αἱρέσεσι τέρπονται, καὶ ἑτέραν ἀγωγὴν ὑπό τινων αἰνιγματωδῶς ἀναγεω ὑποτάξω, ὅπως καὶ τὰ δοκοῦντα ἑτέροις τίμια οἱ φιλομαθεῖς δἰ ἡμῶν ἐπιγνόντες καὶ τὰς δυνάμεις συγκομίσαντες ἀείμνηστον ἡμῶν δόξαν καταψηφίσωνται. δύσκολον μὲν οὖν καὶ ἐργῶδες ἀλλοτρίας δόξας ἐλέγχειν, καὶ ταῦτα μηδὲ διὰ γραμμάτων βιβλίων μηδὲ διὰ λόγων ἐνεργητικῶν παρειληφότα, καθάπερ ὁ Πετόσιρις τῷ βασιλεῖ περὶ πολλῶν μυστικῶς ἐκτίθεται. ὁ γάρ συντάσσων πρότερος τὴν ἀρχὴν καὶ τὴν δύναμιν εἰδὼς οὗτος ἐναρμόζει καὶ τὸ τέλος. πολλὰς οὖν αἱρέσεις ἐκτίθεται ἐξεπίτηδες διά τε τοὺς μεμυσταγωγημένους καὶ ἀπαιδεύτους, ὧν τὴν δύναμιν οἵ γε νοῦν ἔχοντες εὐκατάληπτον ἐξουσι, καὶ ἃς μὲν ἰδίας [*](5 ad τι cf. 349, 26 14 ἡμερῶν S 15Ἥλιον] θ΄ S 21 nempe χρηματίσῃ et δοκμά σουσιν 25 τρέποντμι S, corr. Red. 29 an γραμματικῶν? 32 nempe οὕτως)

352
ἃς δὲ λεληθότως ἀναγεγραμμένας, αἷς τινες καίπερ ἐντυγχάνοντες καταφρονοῦσιν, ἀγνοοῦντες τὴν δύναμιν· καθάπερ ἂν εἴς τινας τόπους γῆς τεθησαυρισμένους ἄνθρωποι βαδίζοντες οὐ συνορῶσι τὸ ὑποκείμενον, ἀλλὰ μάτην ὑπερβαίνουσι διὰ τὴν ἀγνοιαν· ἢν δέ τις αὐτοῖς προμηνύσῃ τὸ θησαύρισμα, ἀνορύξαντες καὶ εὑρόντες ἡδονὴν οὐ τὴν τυχοῦσαν ἀναδέχονται.

Λαμβάνειν οὖν χρὴ πάντοτε ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν κατὰ τὸ ἑξῆς πρὸς ἀναφορὰν καὶ συναχθὲν πλῆθος τῶν μοιρῶν ἀπογράφεσθαι γνώμονα ἡλιακόν· ἔπειτα εἰσελθόντας εἰς τὸ ἀναφορικὸν κατὰ τὸ γεννητικὸν κλίμα σκοπεῖν, τί μέρος παράκειται τῇ ἡλιακῇ μοίρᾳ ἡμέρας, νυκτὸς δὲ ἐν τῷ διαμἑτρῳ. ὅπερ πολυπλασιάζειν ἐπὶ τὸν ιβ΄ καὶ τὸ γενόμενον πλῆ θος πάλιν ἐπὶ τὰς ὥρας τὰς γεννητικάς πολυπλασιάζειν· καὶ ἐὰν μὲν ὑπερπέσῃ ὁ ἀριθμὸς τάς τξ΄ μοίρας, ἀφελόντα κύκλον τὸν περιλειφθέντα σκοπεῖν, εἰ συντρέχει τῷ εὑρεθέντι γνώμονι. ἐὰν γάρ πως οὕτως εὑρεθῇ, σύμφωνος ἔσται ἡ δοθεῖσα ὥρα καὶ ταύτῃ χρῆσθαιἐὰν δὲ πολὺ ὑπερβάλῃ τοῦ ἡλιακοῦ γνώμονος, ὁ ὡροσκοπικὸς ἀφαίρεσιν ἔχει τοσαύτην, ὕσῃ ἡ ὑπεροχή. ἥνπερ λογίζεσθαι χρή, πόσον μέρος ἐστὶ τοῦ μεγέθους, καὶ τοῦτο ἀφαιρεῖν. ἐὰν δʼ ὁ ἡλιακὸς γνώμων ὑπερβάλῃ, προσθήκην ἔχει ὁ ὡροσκόπος ὁμοίως, ὅση ἡ ὑπεροχή. καὶ οὕτως μὲν ἐπιγνόντας τὸ μέρος καὶ εἰσελθόντας πάλιν εἰς τὸ ἀναφορικὸν ἐπιψηφίσαι τάς τε πλήρεις ὥρας καὶ τὸ μέρος, ἔπειτα τὰ ἔτη προσθέντες τὸ ἓν κλίμα σκοπεῖν, εἰς πόσην μοῖραν τοῦ ζῳδίου καταλήγει, καὶ ἐκείνην ἡγεῖσθαι ὡροσκοπικὴν παραπλησίως. ταύτῃ τῆ ἀγωγῇ ἐνεχθεὶς ὁ Θράσυλλος καὶ τὴν ἀρχὴν φυσικὴν ποιησάμενος τέλος συνέπλεξεν.