Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τοὺς οὖν μάλιστα βουλομένους πᾶσαν αἵρεσιν μεθοδικὴν --- προσέχειν, ἐπειδὴ ἕκαστος τῶν συνταγματογράφων ἰδίως καὶ ποικίλως τὰς αἱρέσεις πραγματευσάμενος ἀποκρύφως καὶ ἐφθονημένως τὰς ἐπιλύσεις μὴ ἐκθέμενος εἴασεν, ἐγὼ δὲ διὰ πολλοῦ πόνου καὶ πολλῆς πείρας ζητήσας προέταξα. τοῦτο δέ μοι δοκεῖ μέγιστον, ἐξελέγξαι ἀλλοτρίας ἐνθυμήσεις μυστικῶς κατακεχωσμένας, ἐπεὶ καὶ αὐτὸς πολλὰς δυνάμεις διὰ πολλῶν λόγων ὕλης δυνάμενος συντάξαι οὐκ ήβουλήθην ὅμοιον ἑαυτὸν ἀποδεῖξαι τοῖς ματαιολόγοις· γελοῖον γὰρ ἂν εἴη ἐνάρχεσθαι κατά τινων λέγειν μὴ ἐπιγνόντα πρότερον τὸ ἴδιον ἁμάρτημα. ὅθεν ἐὰν πλειστάκις περὶ τῆς ἐμῆς ἀφ θονίας καὶ ἁπλότητος ὑπομιμνήσκω, συγγνωστέος ὁ λόγος· ἔπαθον γὰρ πολλὰ καὶ πολὺν πόνον ἐπηνεγκάμην καὶ ὑπὸ πολλῶν ἐβουκολήθην καὶ τὰ δοκοῦντά μοι ἀπερείσια χρήματα ἐξανάλωσα πειθόμενος γόησι καὶ πλεονέκταις ἀνθρώποις. ἀλλʼ ὅμως διὰ τῆς ἐμῆς ἐγκρατείας καὶ φιλομαθείας περιεγενόμην τῶν αἱρέσεων ἅς οὐ μόνον οἱ ἐντυγχάνοντες καὶ ἐπιγνόντες τὸ ἀκριβὲς μεθʼ ἡδονῆς καθʼ ἡμῶν εἰσοίσουσι ἔπαινον, ἀλλὰ καί τινες διὰ τὸ ἀφελὲς ἐπιφ θονήσουσι καὶ κακολογήσουσσιν ἐπαρασάμενοι διὰ τὴν τῶν μυστικῶν καὶ ἀποκρύφ ων φωταγωγίαν ἢ καὶ ἐκκόψουσί τινας αἱρέσεις ἐκ τῆς ἐμῆς συντάξεως. πρὸς τοὺς τοιούτους οὖν ἀρὰς ἐθέμην δείξας, ἃ οῖμαι αὐτοὺς πείσεσθαι.
Οἱ οὖν ἐντυγχάνοντες ταῖς ὑφ’ ἡμῶν συντεταγμέναις βίβλοις πάσας αἱρέσεις διελεγχούσαις μὴ λεγέτωσαν· αὕτη μέν ἐστιν τοῦ βασιλέως, ἑτέρα δὲ Πετοσ ίρεως, ἄλλη δὲ Κρι ιτο δήμου καὶ τῶν λοιπῶν, ἀλλʼ ἰδέτωσαν ὅτι ἐκεῖνοι μὲν προθέμενοι κωφῶς καὶ κατεζητημένως ἀνυπόστατον τὴν ἐπιστήμην κατέδειξαν, ἡμεῖς δὲ τὰς ἐπιλύσεις ποιησάμενοι οὐ μόνον θνήσκουσαν τὴν αἵρεσιν ἀνερρώσαμεν, ἀλλὰ καὶ ἑαυτῶν δόξαν κατεψηφι ισάμεθα καὶ ἑτέρους δὲ ἀξίους ἐμυσταγωγήσαμεν, οὐ χρημάτων προτροπῇ θελχθέντες ἀλλὰ φιλομαθεῖς καὶ ἐπιθυμητὰς ἐπιγνόντες· καὶ γὰρ αὐτοὶ τοιούτῳ χαρακτῆρι αἱρέσεως ἐχαλιναγωγήθημεν.
[*](3 sq. fuit fere ἐκμανθάνειν ἀξιῷ ἐμαυτῷ προσέχειν 4 συνταγμάτων V 6 sq. structura turbata, possis ⟨πλανᾶσθαι τοὺς ἐντυγχάνοντας⟩ εἴασεν 9 ἐπὶ V δυνάμεις scribit pro ἀγωγάς, μεθόδους 13 sq. ὑπομιμνήσθω συγγνωστέως V 17 ἐγκρατίας V 18 possis αἷς vel ὥστε 20 ἔπενον V 23 ἃ] ἃς V, quo servato possis δεινάς 25 συντεταγμένοις V 26 διελεγχούσης V 28 ὅτοι V 34 χαρακτὴρ νεμέσεως V)Ἔστω οὖν ὁ λόγος ἡμῖν πάλιν εἰς τὸν περὶ χρόνων ζωῆς τόπον. πᾶσαι μὲν οὖν αἱ προσυντεταγμέναι ἀγωγαὶ κατʼ ἰδίαν αἵρεσιν ἀκριβεῖς καὶ δεδοκιμασμέναι, καὶ αὕτη δὲ δοκιμαστὴ καὶ θαυμαστὴ τριζῳδία. περιέχει δὲ οὕτως. μαθὼν ἀκριβῶς τὴν σεληνιακὴν καὶ ἡλιακὴν μοῖραν πρὸς τὴν ὡροσκοποῦσαν τῆς γενέσεως εἰσέρχομαι εἰς τὸ ὑποκείμενον ὄργανον καὶ κατὰ τὸν ὑποταχθησόμενον τρόπον ἐπιγνοὺς τὸν λήγοντα τῆς τριζῳδίας τόπον ἐκ τῆς ἡλιακῆς μοίρας ἔρχομαι ἐπὶ τὸ ὡροσκοποῦν ζῴδιον καὶ ἐπιγνούς, κατὰ πόστης μοίρας τυγχάνει, ἐκτίθεμαι τοῦτον ἡλιακὸν γνώμονα. εἶτα ὁμοίως καὶ εἰς τὸ τῆς Σελήνης ζῴδιον παράκειται καὶ εἰς ἐκεῖνο εἰσενέγκας τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας πάλιν ὁρᾷς, τίνος τόπος ζῳδίου τυγχάνει· κἀκεῖνο εἰσενέγκας εἰς τὸ ὡροσκοοῦν ζῴδιον ἡγοῦμαι σεληνιακὸν γνώμονα καὶ συγκρίνω, πότερον ὁ ἡλιακὸς ὑπερέχει ἢ ὁ σεληνιακός. ἐὰν μὲν γὰρ ὁ τοῦ Ἡλίου προάγῃ, πρόσθεσιν ἡ ὥρα ἔχει τῶν ἀνὰ μέσον ζῳδίων· ἐὰν δὲ ὁ τῆς Σελήνης, ἀφαίρεσιν. οὗτος γάρ ἐστιν ἀναγκαστικὸς καὶ φυσικὸς ὡροσκόπος· ὅθεν μή τις ξενισθῇ, ἐὰν ἐν ἄλλῳ ζῳδίῳ ὑπονοῶν εἶναι τὸν ὡροσκόπον ἐν ἑτέρῳ εὕρῃ. μετὰ δὲ τὴν πρόσθεσιν ἢ ἀφ αίρεσιν ἐπιγνούς, πόσων μοιρῶν ὁ ὡροσκόπος ἐστίν, εἰσελθὼν εἰς τὰς τῆς τριζῳδίας ἀναφορὰς σκοπῶ, πόσα ἔτη παράκεινται τῇ εὑρεθείσῃ μοίρᾳ κατὰ τὸ κλίμα, καὶ ἀποφαίνομαι· παραπεσούσης δὲ μιᾶς ἢ καὶ δευτέρας μοίρας ἡλιακῆς ἤτοι σεληνιακῆς ἢ καὶ τῆς ὡροσκοπικῆς ἀσύμφωνα τὰ πράγματα κριθήσεται.
Εἰ δέ τις βούλοιτο ἐλέγχειν, ἀναδραμὼν μίαν ἢ καὶ δύο μοίρας ἢ καὶ ἐπιπροσθεὶς τῇ ἡλιακῇ ἢ σεληνιακῇ, ἐάνπερ δοκῇ πεπλανῆσθαι, ἤ καὶ ἕτερον ὡροσκόπον λογισάμενος τῷ αὐτῷ τρόπῳ πραγματευσάσθω· καὶ τὴν ὁδὸν ἐξευρήσει. τοῦτο δʼ ἔξεστι δοκιμάζειν ἐκ τῶν ἤδη τετελευτηκότων καὶ μὴ πιστεύειν τοῖς πεπλανημένας ἐξ ἀκοῆς γενέσεις κομίζουσιν καὶ δοκεῖν διαπταίειν, ἀλλὰ κρίνοντα βεβαίαν τὴν ὑπόθεσιν μὴ ξενίζεσθαι. προσπαραληπτέον δὲ ἀναγκαίως ἐνταῦθα τὰς ἀκτινοβολίας καὶ τὰς συμπαρουσίας τῶν κακοποιῶν πρός τε τὸν Ἡλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον τόν τε οἰκοδεσποτικὸν λόγον· ἐκ γὰρ τούτων καὶ οἱ ὅροι τῆς ὑποστάσεως καταλαμβάνονται. πρὸς δὲ τοὺς ἀχρόνους ἢ ὀλιγοχρονίους [*](1 εἰς] ἐκ V 2 προσυντεταγαμέναι V 3 δοκιμαστιμὴ καὶ θαυμαστικὴ V 6 εἰσέρχομεν V ὑπὸ χθησόμενον V 11 ὁρᾷς] ὁεωρᾶς V, sequentia sana esse non praesto 15 προάγει V ὥραν V 16 οὗτ(ως) V 19 ἀφαίρεσι V 26 δοκεῖ V 28 πραγματεύσασθαι V 31 πρὸς παραληπταίον V 32 ἀνακαίως V)