Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Περὶ διδύμων λόγος ἔσται τοιόσδε. ἐάν τις λέγῃ τὸν ἕνα σ΄ γεγενῆσθαι ὥρᾳ πρώτῃ, νοείσθω ἐν τῷ αὐτῷ σημείῳ ἀμφοτέρους γεγενῆσθαι ὥρας πρώτης μέρει δ΄, τὸ δὲ ἄλλο ἐν τῷ ἄλλῳ μέρει τῷ δ΄ δυνατὸν δέ ἐστιν καὶ ἀμφοτέρους ἐν τῷ αὐτῷ μέρει τῷ δ΄ γεγενῆσθαι καὶ ἕτερον ἑτέρῳ ἀκολουθῆσαι. εἰ δὲ λέγει τὸ μὲν πρῶτον γεγενῆσθαι ὥρᾳ β΄ πρωίας, τὸ δὲ δεύτερον ὥρᾳ γ΄ . γίνωσκε αὐτὸ γεγενῆσθαι ὥρᾳ β΄. ἐὰν δὲ λέγῃ αὐτὸ γεγενῆσθαι ὥρᾳ ε΄ , γίνωσκε αὐτὸ γεγενῆσθαι ὥρᾳ γ΄  U+2220΄· ἐὰν δὲ ὥρᾳ ζ΄ , γίνωσκε ὥρᾳ Ϛ΄ ἐὰν δὲ ὥρᾳ η΄, . γίνωσκε ὥρᾳ ζ΄  U+2220΄. ἐὰν δὲ ὥρᾳ ι΄ . γίνωσκε ὥρᾳ θ΄ ἐὰν δὲ ὥρᾳ ια΄, γίνωσκε ὥρᾳ ι΄ ἐὰν δέ ὥρᾳ ιβ΄, ἀσφαλές ἐστιν· οὐ γὰρ δυνατόν ἐστιν διάστασιν ἑτέραν γεγονέναι. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ α΄ πλήρει, τὸ δὲ δεύτερον ὥρᾳ ⟨β΄⟩, οὐ δυνατόν· ἀλλὰ καὶ τὸ ἕτερον ἤτοι ὥρᾳ β΄  U+2220΄ ἢ ὥρᾳ β΄ δ΄ ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ β΄, τὸ δὲ δεύτερον ὥρᾳ γ΄ οὐ δυνατόν, ἀλλὰ καὶ αὐτὸ ὥρᾳ α΄ γ΄  U+2220΄. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ γ΄ , τὸ δὲ δεύτερον ὥρᾳ δ΄, οὐ δυνατόν, ἀλλὰ καὶ αὐτὸ ὥρᾳ γ΄ ἢ δ΄  U+2220΄. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ Ϛ΄, τὸ δὲ δεύτερον ζ΄, οὐ δυνατόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ ς΄ ἢ ζ΄  U+2220΄· ἐὰν δὲ τὸ μὲν ζ΄ τὸ δὲ η΄, γίνωσκε η΄  U+2220΄· ἐὰν δὲ τὸ μὲν η΄ τὸ δὲ θ΄, οὐ δυνατόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ η΄ ἢ θ΄  U+2220΄· ἐὰν δὲ τὸ μὲν θ΄ ὥρᾳ τὸ δὲ ι΄ οὐ δυνατόν, ἀλλὰ καὶ δεύτερον ὥρᾳ θ΄ ἢ ι΄  U+2220΄ ἐὰν δὲ τὸ μὲν ι΄ τὸ δὲ ια΄ γίνωσκε καὶ δεύτερον ὥρᾳ ι΄ ἢ πρώτῃ ὥρᾳ τῆς νυκτὸς γεγενῆσθαι.

Δυνατὸν μὲν οὖν καὶ ἐν τῷ αὐτῷ μέρει τῆς ὥρας διδύμους γεννᾶσθαι· ἡ δὲ τῆς ὥρας ὀξυρροπία παραλλάξασα τὴν μοῖραν [*](8 μέρους V 11 haec turbata vid. 13 μήρει V 17 ὥγαν V 18 αὐτῶ V 20 ι΄) κ΄ V 24 λέγο τὸν μὲν 26 γ΄]  ς V 29 ζ΄] ζ΄  U+2220΄ V η  U+2220΄ π  U+2220΄ v 31 ι΄  U+2220΄] κ΄ v)

300
ἀνεικάστους τοὺς χρόνους εἰργάσατο καὶ ἀπὸ ἐλαχίστου συνδέσμου εἰς μείζονα περιγράψασα πολυχρόνιον ἐποίησεν ἢ ἀπὸ μείζονος εἰς ἐλάχιστον ὀλιγοχρόνιον τὸν ἕτερον. δεῖ οὖν συγκρίνειν τὰς μεταξὺ μοίρας καὶ λογίζεσθαι τὴν διαφοράν.

Γὸ πρότερθν ὄργανον ἁρμόζει πρὸς χρόνους ζωῆς, τὴν σύστασιν ἔχον καὶ τὴν εἴσοδον ἐκ τῆς τοῦ ὡροσκόπου μοίρας· καθʼ ἣν γὰρ ἄν εὑρεθῇ, ταύτης τὸ παρακείμενον κατὰ τὸ κλίμα μέγεθος δωδεκαπλασιάσαντες καὶ τὸ λ΄ λαβόντες τοσαῦτα ἔτη φήσομεν τὰς παρακειμένας μοίρας μερίζειν καὶ τοσοῦτον διάστημα ἀπέχειν τὸν θάνατον τῆς ζωῆς. ὁμοίως δὲ καὶ τὸ ξ΄ τοῦ δωδεκαπλασιασθέντος λαβόντες λογιούμεθα ἑκάστην μοῖραν τοῦ ζῳδίου τοσαῦτα ἔτη μερίζειν· ἐὰν δέ πως ἐπὶ συνδέσμου καταντήση ἡ ὡροσκοποῦσα μοῖρα, τὰ γεννηθέντα δλιγοχρόνια ἔσται. ἔπειτα εἰσελθόντες εἰς τὸ ὄργανον κατὰ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου μοῖραν θεωροῦμεν, τίς ἀριθμὸς παράκειται, καὶ τοῦτον συγκρίναντες, πόστον μέρος ἐστὶ τῆς ἑξηκοντάδος, τοσοῦτον ἐκ τοῦ δωδεκαπλασιασθέντος ἀριθμοῦ ἡγησόμεθα πλῆθος βιωσίμων ἐτῶν. δεῖ μέντοι λογίζεσθαι τὸν παρακείμενον ἀριθμὸν καὶ ταῖς μοίραις τῶν ἐτῶν, πρῶτον ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς. ἄλλως τε καὶ ἐπεὶ διπλασίων ὁ ἀριθμὸς παράκειται ταῖς μοίραις ἐν τῷ ὀργάνῳ, δεῖ σκοπεῖν τούτων τὴν ἡμίσειαν τοῦ χρόνου τοῦ ἐπιβάλλοντος τῇ μοίρᾳ κατὰ τὰς ζῳδιακὰς καὶ κλιματικὰς διαφοράς.

Οἷον ἐπὶ τῆς τοῦ Ζυγοῦ α΄ μοίρας παράκειται ἀριθμὸς β΄ τὰ δὲ β΄ τῆς ἑξηκοντάδος ἐστὶ τριακοστόν· τὸ δὲ λ΄ τῶν ρπ΄, τουτέστι τοῦ μεγέθους τοῦ Ζυγοῦ, ἔστιν ἔκτον· σύγκειται γὰρ μοιρῶν ῶν λ΄ . ἐὰν τοσούτων ἐτῶν λογισώμεθα, αἱ λ΄ μοῖραι ρπ΄ ἔτη μεριοῦσιν, ἅπερ ἀδύνατόν ἐστιν ἀνθρώπῳ βιῶσαι· ἐὰν τὸ ξ΄ τῶν ρπ΄ λάβωμεν, εὑρήσομεν γ΄ ἃ μία μοῖρα μεριεῖ· τρὶς οὖν τὰ λ΄ γίνεται 𝒢΄ . φήσομεν τὸν Ζυγὸν τὰ τέλεια ἔτη τοσαῦτα μερίζειν κατὰ τὴν ἐπιβάλλουσαν μοῖραν τοῦ μεγέθους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων τὸ παρακείμενον ἑκάστῃ μοίρᾳ μέγεθος δωδεκαπλασιάσαντες καὶ τούτου τὸ ξ΄ ἢ τὸ  U+2220΄ λαβόντες εὑρήσομεν τὰ ἐλάχιστα ἢ τὰ τέλεια ἔτη. ἑκάστη δὲ μοῖρα ἑκάστου ζῳδίου διαφόρους [*](2 πολὺν χρόνον V 5 ἔκοὁος V 9 ἔτε V 12 ζωιδίου hic quidem et v. 15 V 15 τὸ] τὸν V 21 ἐπὶ βων ὁ ἀρ. V 27 σύγκειται] οὐκεῖται V 35 ἔται V ἑκάσται V διαφόρου χρόνου V)

301
χρόνους παραυξήσεως ἔχει· ὅθεν αἱ στιγμαὶ ἢ ῥοπαὶ τῶν ὡρῶν καὶ παραλλαγαὶ τῶν μοιρῶν πολλὴν δύναμιν κέκτηνται.