Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τῆς περὶ τὸ ὄργανον οἰκονομίας προκειμένης ἀναγκαῖον ἔσχον καὶ τὴν καταγωγὴν τῆς πήξεως ὑποτάξαι. ἡ μὲν οὖν τῶν συνδέσμων πρόσθεσις, τουτέστιν αἱ ιδ΄, σημαίνουσι τὰ φῶτα τῆς Σελήνης, δὲ δύο τῆς παραυξήσεως δακτύλους Ἡλίου. δὶς δὲ τὰ ιδ΄ γίνονται κη΄ , κύκλος Σελήνης· ἐπεὶ οὖν α΄ μοίρᾳ τοῦ Ζυγοῦ παράκεινται β΄ , ἐκ τούτων ἀφεῖλον μοῖραν α΄ μ΄· λοιπὰ γίνονται ο κ΄ , ἐστι μέγεθος τρίτον. ταῦτα ἐπὶ τὸν ξ΄ γίνεται ρη΄ ταῦτα ἀναλύω ἔως τῶν ξ΄ καὶ γίνεται μύρια καὶ ὀκτακόσια. ταύτας ποιῶ φμ΄ εἰς κύκλον ἕνα ἥμισυ καὶ γίνεται ο κ΄· ταῦτα ἔσται παρακείμενα ἐπὶ τῆς τοῦ Ζυγοῦ α΄ μοίρας· ταῦτα γ΄ γίνεται ξ΄ , ὅπερ ἐστὶν ἐνιαυτὸς εἷς. προσεπικατάξομεν δὲ καὶ τοὺς λοιποὺς ἐνιαυτοὺς οὕτως, προστιθέντες ἑκάστῳ ἔτει β΄ κ΄. ἔσονται οὖν ἐπὶ τῆς β΄ μοίρας τοῦ Ζυγοῦ β΄ μ΄, ἐπὶ τῆς γ΄ ε΄ ο, ἐπὶ τῆς δ΄ ζ΄ κ΄ , ἐπὶ τῆς ε΄ θ΄ μ΄, ἐπὶ τῆς ς΄ ιβ΄ ο. εἶτα ἐπὶ τοῦ συνδέσμου προσθέντες τὰ τδ΄ φῶτα τῆς Σελήνης τοῖς ιβ΄ ο ἕξομεν κϚ΄ ο· ἐκ τούτων ἀφ είλαμεν α΄ μ΄ , καὶ λοιπὸν ἔσονται ἐπὶ τῆς ζ΄ μοίρας κδ΄ κ΄ ἐπὶ τῆς η΄ μοίρας παλινδρομήσομεν δύο κ΄, καὶ ἔσονται κϚ΄ μ΄, ἐπὶ τῆς θ΄ κθ΄ ο, ἐπὶ τῆς ι΄ α΄ κ΄, ἐπὶ τῆς ια΄ γ΄ μ΄, ἐπὶ τῆς ιβ΄ ς΄ ο. ὥστε ἐπὶ τὸν σύνδεσμον καὶ τὸν πρῶτον ἀριθμὸν [*](7 προκειμένας τὴν V 15 nempe καθ΄ ἕκαστον 24 o hic et in sqq. nota nobis usitata nihil significans 25 ξ΄] ? Vα aut Vb 36 nempe τῶν συνδέσμων et τῶν πρώτων ἀριθμῶν)

297
ἀφαιρεῖν δεῖ α΄ μ΄ , ἐπὶ δὲ τῆς παραυξήσεως προστιθέναι β΄ κ΄· τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων οἰκονομεῖν δεῖ. καθάπερ δὲ καὶ ἐπὶ τοῦ α΄ ὀργάνου εὑρίσκομεν τοῦ ἐξῆς ζῳδίου τὸν παρακείμενον ἀριθμὸν τῇ α΄ μοίρᾳ, οὕτως καὶ ἐπὶ τοῦ δευτέρου ὀργάνου εὑρήσομεν.