Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸ ὄργανον τὴν πῆξιν ἔχει ἀπὸ α΄ ἕως μοίρας θ΄ τοιαύτην. τῇ α΄ μοίρᾳ τοῦ Ζυγοῦ παράκειται ἀριθμὸς β΄, τῇ β΄ δ΄, τῇ γ΄ ς΄, τῇ δ΄ η΄, τῇ ε΄ ι΄, τῇ ς΄ ιβ΄, τουτέσι παραύξησις μοιρῶν β΄· εἶτα ἀπὸ τῆς ζ΄ μοίρας συνδέσμου λύσις, παραύξησις προσθέσεως μοιρῶν ιδ΄ καὶ γίνονται ἐπὶ τῆς μοίρας ζ΄ μοῖραι κϚ΄, ἐπὶ τῆς η΄ μοίρας κη΄, ἐπὶ τῆς θ΄ μοίρας λ΄ ἐπὶ τῆς ι΄ β΄, ἐπὶ τῆς ια΄ δ΄, ἐπὶ τῆς ιβ΄ ς΄ ἔπειτα πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται ἐπὶ τῆς ιγ΄ μοίρας κ΄, ἐπὶ τῆς ιδ΄ μοίρας κβ΄, ἐπὶ τῆς ιε΄ μοίρας κδ΄, ἐπὶ τῆς ις΄ μοίρας κς΄ . ἐπὶ τῆς ιζ΄ μοίρας κη΄, ἐπὶ τῆς ιη΄ μοίρας λ΄ εἶτα συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται μοῖραι μδ΄ ἐξ ὧν ἀφελὼν τὰς λ΄ λοιπαὶ ιδ΄· αὗται ἔσονται ἐπὶ τῆς ιθ΄ μοίρας, ἐπὶ τῆς κ΄ ις΄, ἐπὶ τῆς κα΄. ιη΄ . ἐπὶ τῆς κβ΄ κ΄, ἐπὶ τῆς κγ΄ κβ΄, ἐπὶ τῆς κδ΄ κδ΄ καὶ πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται λη΄ , ἐξ ὧν ἀφελὼν τὰς λ΄ λοιπαὶ η΄ αὗται ἔσονται ἐπὶ τῆς κε΄ , ἐπὶ τῆς κς΄ ί, ἐπὶ τῆς κζ΄ ιβ΄, ἐπὶ τῆς κη΄ ιδ΄ . ἐπὶ τῆς κθ΄ ιϚ΄ , ἐπὶ τῆς λ΄ ιη΄ . ὥστε κατὰ μὲν μοίρας Ϛ΄ συνδέσμου λύσις ἔσται προστιθεμένων τῶν ιδ΄ μοιρῶν καὶ ἐφε ξῆς τῶν τῆς παραυξήσεως β΄ ἐπὶ πάντων ζῳδίων. ἕξει οὖν ὁ μὲν Ζυγὸς ἐπὶ τῆς α΄ μοίρας παρακειμένας β΄ ἐπὶ δὲ τῆς λ΄ μοίρας ιη΄ . ὁμοίως δὲ τοῖς αὐτοῖς ἀριθμοῖς τοῦ Ζυγοῦ ὅ τε Λέων καὶ οἱ Ιχθύες ὠργανοθέτηνται. εἶτα ἀκολούθως Σκορπίος ἕξει ἐπὶ μὲν τῆς α΄ μοίρας ιδ΄ καὶ τῆς παραυξήσεως τῶν β΄ προστιθεμένων γενήσονται ἕως τῆς Ϛ΄ μοίρας κδ΄ καὶ ὁμοίως τῶν συνδέσμων λυομένων ἔξει τῇ μοίρᾳ λ΄ παρακειμένας λ΄ . τοὺς δὲ αὐτοὺς ἀριθμοὺς ἕξει ὅ τε Κριὸς καὶ ἡ Παρθένος. Ἵνα δὲ συντομωτέραν τὴν πῆξιν δηλώσωμεν πρὸς τό τινας [*](4 θ΄] nempe ς΄ 8 προθέσεως V (item v. 10, 13) 14 τὰς] τὰ V)

296
καὶ ὅλον τὸ ὄργανον μνημονεύειν, οὕτως λογιζόμεθα ἐπὶ προσθέσεως· ἐπὶ τῆς πρώτης μοίρας τοῦ Ζυγοῦ παρακειμένους ἔχει β΄· ταύταις προσέθηκα ιβ΄ τοῦ κύκλου καὶ γίνονται ιδ΄ ταύτας ὁ Σκορπίος ἐπὶ τῆς α΄ μοίρας ἕξει. πάλιν τὰς ιδ΄ προσέθηκα ταῖς β΄ καὶ γίνονται κϚ΄ ταύτας ὁ Τοξότης ἕξει ἐπὶ τῆς α΄ μοίρας καὶ ἐφεξῆς ἀνὰ ιβ΄ προστιθέντες εὑρήσομεν τοῦ ἐξῆς ζῳδίου ταύτας παρακειμένας τῇ α΄ μοίρᾳ· αἷς ἐπισυνθέντες τὰς ιβ΄ καὶ λύοντες συνδέσμους τῇ τῶν ιδ΄ μοιρῶν συνθέσει ὅλον τὸ ἀργανον συμπήξομεν. ὅσας οὖν ὁ Τοξότης ἔχει παρακειμένας, τοσαύτας καὶ Γαῦρος· ὅσας ὁ Ὑδροχόος, τοσαύτας καὶ ὁ Καρκίνος· ὅσας ὁ Αἰγόκερως, τοσαύτας καὶ οἱ Δίδυμοι. καὶ ἔσται τούτων ἰσοδυναμία μὲν καὶ ἀλληλουχία, διάφορος δὲ διὰ τὰς ἀνωμαλίας τῶν ἀναφορῶν. ἔστι δὲ τὸ ὄργανον τοῦτο ἔχον καὶ τὰ ἔτη παρακείμενα τοῖς ἀριθμοῖς καὶ ταῖς μοίραις ὑποδείγματος χάριν. τὴν δὲ ἀκρίβειαν καὶ ἕκαστον κλίμα καὶ τὰς τῶν τόπων ἀλλαγὰς οἵ γε νοῦν ἔχοντες εὐκατάληπτον ἕξουσι.