Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀλλʼ, ἐρεῖ τις, ἐπὶ τῶν διδύμων ἀδελφῶν οἱ αὐτοὶ χρόνοι ἔσονται, τῶν αὐτῶν ἀστέρων εἰς τὰς αὐτὰς μοίρας θυνεμπιπτόντων. ἀλλʼ ἐπὶ τῶν τοιούτων ὁ ὡροσκόπος μόνος ἐναλλαγεὶς ἐνηλλοίωσε τὰ κέντρα καὶ τὴν τοῦ γεννμωμένου τύχην τε καὶ κατάστασιν, ἐσθ’ ὅτε δὲ καὶ τέλος ἐπήγαγεν. ἐκ τούτων δεῖ διαλογίζεσθαι τάς δὲ αἱρέσεις πρός τε τὰς κεντροθεσίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας, κάν μὴ κατὰ κοσμικὸν ἐπίκεντροι τύχωσιν· ἄλλως τε εἰ ἐφʼ ἧς βέβηκε μοίρας ὅστις ποτὲ τὸν καθυπερτεροῦντα μαρτυροῦντα κεντρικῷ διαστήματι ἔχοι, οἷον εἰ ὡροσκοπούσης ἐκείνης δύναται ἡ τοῦ ἑτέρου μεσουρανεῖν κατὰ τὴν τῶν ζῳδίων διαφορὰν ἤτοι ἐναλλὰξ πρὸς ἐτερον κέντρον οὕτως γὰρ εὔτονος ἡ μαρτυρία γενήσεται.

Παραπλησίαν δὲ ἄν τις εἰκάσειεν ταύτην τὴν ἀγωγὴν τῇ διὰ [*](4 ἡμέρας V 22 de hoc argumento cf. Boll Studien p. 148 24 ἀναλλαγεὶς V minima horoscopi diversitas, qualis eat in geminis, diversa efficit: cf. Procl. in remp. Π 56, 18 26 an λογί 27 possis etiam διαιρέσεις 29 τε] δὲ V 32 ἢτο V 34 ἂν Us] ἐὰν V De ludo latrunculorum cf. arquardt—Mau2 855; Renard Bull. Inst. Arch. Liegeois XXIX p. 42)

246
λευκῶν καὶ μελαινῶν ψήφων μαρτυρίᾳ. παίγνιον γάρ ὁ βίος καὶ πλάνη καὶ πανήγυρις. καὶ γάρ φιλόνεικοί τινες ἄνδρες δόλον πανοῦργον ἀλλήλοις μηχανώμενοι κινοῦντες τάς ψήφους διὰ πολλῶν εὐθειῶν κατατίθενται εἰς τινας χώρας προμαχεῖν προκαλούμενοι. καὶ ἐφʼ ὅσον μὲν ὖ τόπος ἄπρακτος τυγχάνει, ἀνεμπόδιστος φέρεται ὁ πεσσὸς κατά τὴν τοῦ κινοῦντος θέλησιν φεύγει τε καὶ μένει καὶ διώκει καὶ ἀντιτάσσεται καὶ νικᾷ καὶ ἡττᾶται πάλιν· ἐπὰν δὲ δικτύου τρόπον ὑπὸ τῶν ἐναντίων περιφρουρηθῇ, ἀδιεξόδους τὰς εὐθείας ἔχων καὶ μεσολαβηθεὶς ἀπόλλυται. καὶ οὕτως ἑκάτεροι ὁ μὲν ἡδονὴν καὶ τέρψιν, δὲ χλεύην καὶ λύπην ἀπαρά, μόνον κατεργάζεται· ὁ γάρ πεπονθώς ἀνιαρὸν μετʼ οὐ πολὺ διά τινος μεθόδου ἀναλαβὼν χαράν ἀντιπαραδίδωσι λύπης βάρος τῳ προδεδωκότι. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν ἀστέρων δυνάμεως νοείσθω. ἐφ ὅσον μὲν γάρ ἀγαθοποιὸς διακρατεῖ τῶν χρόνων μηδενὸς κακοποιοῦ παρεμψερομένου, πρακτικὸς καὶ ὑγιεινὸς καὶ εὐπόριστος καὶ εὐεπήβολος τυγχάνων τὸν πάσχοντα εὐτυχῆ καὶ θαρραλέον καὶ συνετὸν διαφημίζει, κἀν ἄπειρος παιδείας τυγχάνῃ· ἢ καὶ μὴ ὢν ἄξιος τῆς ὑπὸ τοῦ καιροῦ περιχυθείσης αὐτῷ εὐδαιμονίας, σεμνυνόμενος δὲ καὶ ἀγαλλόμενος ἐφʼ οἷς κέκτηται καὶ μὴ σκοπῶν τἀς τῶν καιρῶν μεταβολὰς πολλοῖς ἀνιαράς λύπας ἐπιπέμπει· ὁπότε δὲ κακοποιὸς ἐπιδιακατέχει τὸν χρόνον, ἄπρακτος καὶ ἐπίνοσος δυσκαταγὼνιστος ἐναντιωμάτων πλήρης, ὡς καὶ πρὸς τοῖς κακοῖς ἀδρανῆ καὶ ἄτολμον καὶ πανοῦργον τὸν πάσχοντα διακηρύσσεσθαι, κἂν ἄξιος τυγχάνῃ, καὶ εἰς ἀπόγνωσιν τάς ἐλπίδας ἀνατυπούμενον διὰ τὴν τῶν καιρῶν κακίαν ἀνθελκόμενον ὑπὸ τοῦ λογισμοῦ πρὸς τά παράδοξα τῆς τύχης γενναῖον καὶ εὐπαρηγόρητον καθίστασθαι. ἐπὰν δὲ ἀγαθοποιοὶ κεκακωμένοι διακρατῶσι τούς χρόνους, ἀμφ οτέρως συμβήσεται, μετʼ ὠφελείας βλάβη, μετὰ δόξης δογματισμὸς καθαίρεσις κατηγορίαι ἐπισφαλεῖς φόβοι νόσοι εὐίατοι· ὅθεν ἡδονῇ καὶ λύπῃ συγκεκραμένοι οἱ πάσχοντες οὔτε πλῆρες φο σῦλον οὔτε ἀγαθὸν κεκτημένοι διατελοῦσι.

Συγκρίνειν δὲ δεῖ τὰς τῶν παραδόσεων δυνάμεις, τίνων εὐτονμωτέρα [*](1 μελάνων V, mutavi dubitans 2 De vitae cum mercatu comparatione cf. Praechter Hierokles, 149; Cic. Tuse. V 9 3 τοὺς φήφους V, cf. ad . 1 4 μετατίθενται Us. 5 ἄφρακτος opinor 8 Cf, Laus Pison. 194: ut niveus nigros, nunc et niger allige t albos. 201 similisque ligato (calculus) obligat ipse duos: ubi cetera quoque similia 10 fort. ὲκάτερος 13 προσὸεδωκότι V 24 καὶ] κὰν V 26 fors. ἀνθελκόμενον 〈δὲ〉 29 nempe δειγματισμός 31 συγκεκραμένη V debebat οὔτε φ. οὔτε ἀ. πλῆρες κ.)

247
ἂν ἦ. ἐὰν μὲν γὰρ ἡ τῶν κακοποιῶν, σφαλέντες τῶν προσδοκωμένων. ἀγαθῶν οἱ γενόμενοι κεναῖς ἐλπίσι βουκοληθέντες ἀνιαρὰς λύπας ἀναδέξονται· ἐὰν δὲ ἡ τῶν ἀγαθοποιῶν, μετʼ ἀναβολῆς καὶ κακοπαθείας καὶ ἐναντιωμάτων καὶ ἐξοδιασμῶν περιγενήσονται ἢ καὶ μετὶ φόβων καὶ κινδύνων θανατικῶν σίνη τε καὶ πάθη καὶ κακωτικὰς αἰτίας διαφυγόντες καὶ αὐτὸ τοῦτο κέρδος ἀγαθὸν ἡγούμενοι μετʼ ἀνάγκης τὴν τιμωρίαν ὑπομενοῦσιν. ὁ δὲ ὁλοτελὴς τρόπος τῶν παραδόσεων νοείσθω κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν καὶ κατὰ τὴν τῶν καθολικῶν χρόνων διαίρεσιν, καθώς τοῖς πρότερον δεδήλωται, καὶ σκοπεῖν, πότερον ἐπισήμου ἐστὶν ἡ γένεσις μετρίου εἰς ὕψος μετροῦντος ἢ καθαιρουμένου ἥ ἐπιδίκου καὶ τὰ λοιπά· τοιαύτην γάρ δύναμιν ἀναλαμβάνουσιν οἱ ἀστέρες κατὰ τὰς τῶν χρόνων ἀνακυκλήσεις, ὁποίαν ἡ καταβολὴ προδείκνυσιν.