Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καὶ ἡ μὲν τῶν χρόνων διαίρεσις κατὰ ζῳδιακὴν καὶ πλατικὴν ἀποτελεσματογραφίαν ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· νυνὶ δὲ περὶ μοιρικῆς διαστάσεως καὶ συναφῆς λεκτέον, ἣν καὶ πρότερον ἠνιξάμην· ἡ δὲ πεῖρά με προηγάγετο ἐπιδιασαφῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς ἀστερίσαντας τὸν χρόνον μοιρικῶς ἐκ τῆς τῶν αἰωνίων κανόνων πραγματείας χρὴ λαμβάνειν ἀπὸ ἑνὸς ἑκάστου ἀστέρος μοίρας ἐφ᾿ ὃν βούλεταί τις, ἤτοι σύνεγγυς ὄντα καὶ πόρρωθεν, κατὰ τὸν ἐπιδεχόμενον χρόνον καὶ τὴν ἀκολουθίαν τῶν ζῳδίων μέχρις ἄλλου ἀστέρος μοιρικῆς συναντήσεως· καὶ συλλογισάμενον πλῆθος τῶν μοιρῶν κατατάσσειν εἰς τὰς ἑκάστου ἀστέρος περιοδικάς ὥρας καὶ ἡμέρας μῆνας ἐνιαυτούς, καὶ κατὰ τὸν συντελειωθέντα χρόνον προλέγειν τὰ τῶν ἀστέρων ἀποτελέσματα ἐκ τε τῆς ἰδίας φυσικῆς ἐνεργείας καὶ ἐκ τῆς τῶν παραδόσεων πρὸς ἕκαστον ἀποτελεσματογραφίας. ἐὰν δέ πως συναχθεὶς ἀριθμὸς ἥττων ᾖ τοῦ χρόνου, σκοπήσαντας λεῖπον πόσον ἐστὶ προλέγειν μετὰ τοσοῦτον χρόνον γίνεσθαι ἀποτέλεσμα· ἐὰν δὲ πλεονάῃ, ἀφελόντας τὸν συνέχοντα πάλιν τὰς λοιπὰς ἀπὸ τῆς ἀφετικῆς μοίρας ἀπολύειν καὶ σκοπεῖν, μή τινες τῶν ἀστέρων ἀκτῖνες προσνεύσωσι τῇ μοίρᾳ ἤτοι κατὰ γένεσιν ἢ κατʼ ἐπέμβασιν· οὕτως γάρ εἴωθεν ἐξαίρετα καὶ μεγάλα γίνεσθαι ἀποτελέσματα.

Πολλάκις γάρ τῆς πλατικῆς διαιρέσεως μηδὲ φαινούσης τι καὶ ἄλλο μετὰ τὸν συνέχοντα τὸν περιλειπόμενον χρόνον εἰς ἥττονα μηνῶν καὶ ἡμερῶν ἀριθμὸν κατάξαντας καὶ συνέχοντας ἁρμοσαμένους κατὰ ἀνακύκλησιν ἀπολύειν μέχρι τοῦ ζητουμένου χρόνου· ἄλλως τε καὶ ποικίλαι ἀφέσεις καὶ κολλήσεις γινόμεναι τῶν τε ἀγαθοποιῶν καὶ κακοποιῶν ποικίλα καὶ ἀλλεπάλληλα καὶ εὐμετάθετα τὰ ἀποτελέσματα προφαίνουσι. καὶ γὰρ ἐστι συνιδεῖν πολλούς, οἵ ἐνὶ χρόνῳ πολλῶν ἐπειράθησαν πραγμάτων, ἀθρόως συνεκπεσουσῶν τῶν ἀφέσεων ἢ χρηματισασῶν κατὰ τὴν τῶν ζητουμένων χρόνων ἁρμονίαν· ἔνιοι δʼ οὐδʼ ὅλως μεταβολὴν ἔσχον ἀγαθοῦ τε καὶ κακοῦ, ἀλλὰ τοῖς αὐτοῖς ἐπέμειναν· τινὲς δὲ δοξασθέντες ἤ καὶ εἰς ἀνυπέρβλητον τύχην χμωρήσαντες κατὰ τὴν ἐξ [*](1 in mg. β΄ V 9 ὅν] ὧν V 10 καὶ] nempe ἢ 16 ἀποτελεσματογραφίαν V 17 ἧεττον V 21 ἀκτίνας V 25 εαὶ ἄλλο] an καλόν? 26 an κατατάξαντας? cf. l. 12 et 256, 16 29 τε] γε V 31 πολλοὺς οἳ] πολλοὶ V)

244
ἀρχῆς καταβολὴν καὶ ὑπὸ πολλῶν μακαρισθέντες θανάτῳ ἢ κινδύω περιέπεσον ἕτεροι χαλεπῇ καιροῦ περιστάσει γενόμενοι ἡ καὶ ἀστοχήσαντες τῳ βίῳ καὶ μηδεμίαν ἀγαθὴν ἐλπίδα προσδοκήσαντες ἀλλὰ ματαίως ὀδυνηθέντες εἰς τάς αὐτὰς πάλιν ἐπαλινδρόμησαν τύχας ἡ καὶ μείζονα τὴν φαντασίαν ἐκτήσαντο. ἔσθʼ ὅτε γάρ τις ἐκλείψει παράδοσις ἐμπεσοῦσα καὶ μεγάλην ἀπειλὴν ἐνδειξαμένη ἠμαυρώθη ὑπὸ τοῦ κατὰ ἁρμονίαν χρόνου ἑτέρας ἀγαθοποιοῦ παραδόσεως. ὁμοίως δὲ καὶ ἡ τῶν ἀγαθοποιῶν κωλύεται ὑφ᾿ ἑτέρας κακωτικῆς αἰτίας. καὶ οἱ μὲν συνέχοντες μοιρικοὶ ἀριθμοὶ οἶ αὐτοὶ ἀρχῆς παραμένουσι καὶ ἐπὶ τοσοῦτον ἀπολύονται ἀνακυκλούμενοι, ἐφ ὅσον ἂν ζητούμενος χρόνος χωρῇ. καὶ ἐπὶ μὲν τῶν πρακτικῶν καὶ ἐνιαυσιαίων ἀφέσεων κατά τινας ἁρμονικούς ἀριθμούς εἰς τούς αὐτούς τόπους ἢ καὶ τούς ἀστέρας συνεκπίπτουσιν αἱ διαιρέσεις καὶ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων προδηλοῦσιν, ἐπὶ δὲ ταύτης ἄλλοτε ἄλλη συγκιρναμένη κατὰ τὴν τῶν χρόνων μετέλευσιν ἐναλλοιοῖ τὰ πράγματα καὶ ἀγαθῶν ἢ φο αύλων σἰτία καθίσταται. νηπτικῶς οὖν τοῖς ἀριθμοῖς προσσχητέον καὶ σκοπεῖν τά τε κέντρα καὶ τἀς ἐπαναφοράς καὶ τὰ ἀποκλίματα τά τε ζῴδια, εἰ προσοικείωται τῇ τῶν ἀστέρων παρουσίᾳ, ἀνατολάς τε καὶ δύσεις καὶ τὰς αἱρέσεις καὶ τὰ λοιπά, ὅσα ποτὲ ταῖς προσυντεταγμέναις βίβλοις δεδήλωται, ἵνα μὴ πολυλογῶμεν οὐδὲ γὰρ πρὸς ἀμαθεῖς οὐδʼ ἀμυήτους ἐποιησάμην τούς λόγους. σκοπεῖν δὲ δεῖ καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις· πολύ γάρ συμβάλλονται πρὸς ἀναστρέψαι καὶ κατορθῶσαι τά πράγματα, καὶ μάλισθʼ ὁπότε κατὰ συμπαρουσίαν ἢ ἐπιμαρτυρίαν ἢ ἐναντιότητα ἐπεμβῶσι τοῖς χρηματιστικοῖς τόποις ἢ τὸν τῶν χρόνων δεσπόξοντα κατοπτεύωσιν.

0ὐδὲ δεῖ λογίζεσθαι μόνην αὐτὴν τὴν μοῖραν, ἐφʼ ἣν βέβηκε τὰ τῆς συναφῆ ἧς, ἀλλὰ καὶ τὰς παρʼ ἑκάτερα ἀνὰ γ΄ ἄλλας, καθὼς τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. ἐκ τούτων γάρ καὶ χρόνος πρόδηλος ἔσται προληπτικὸς ἢ ἐπίμονος τοῦ ἀποτελέσματος, ὡς καὶ ἐπὶ τῶν ἐκλείψεων ἐστι συνιδεῖν τὸν τῆς μονῆς ἢ ἀνακαθάρσεμς χρόνον. καὶ σκοπεῖν, εἰ ὁ παραδιδούς τὸν παραλαμβάνοντα ἐπιβλέπει οἰκείως καὶ χρηματιστικῶς. καὶ ἡ μὲν τῆς συναφῆς κάθιξις πρὸς βραχύ ἐνδείκνυται γινόμενον, ἐπιμενεῖ δὲ μέχρις οὖ ἑτέρα παρεμπλακεῖσα θραύσῃ τὴν ἐκείνης δύναμιν· [*](1 μεταβολὴν V 6 ἐκλείπει V 7 ἐκδεξαμένη V nempe ἐπὶ τοῦ κ. ἁ χ. 〈ὑφʼ〉 ἑτέρας 14 εὐνοίας V 16 ἐναλλωοῖ V 18 προσσχηστέον V προσχρηστέον Rad. 24 ἀνατρέφαι opinor 25 μάλιστʼ ut vid. V 26 χρηματμκοῖς V 29 ἄλλας vix sanum, ἀνατολὰς Rad.)

245
ἑκάστῳ δὲ τῶν ἀστέρων ἀπομερίζει χρόνον τὸν ὑποτεταγμένον. οῖον Ἥλιος μὲν κατὰ ζῴδιον μερίζει μῆνας ιθ’, κατὰ δὲ μοῖραν ἡμέρας ιθ’. Σελήνη δὲ προσοικείωται καὶ ὁ μηνιαῖος κύκλος, φυσικῶς δὲ κατὰ μὲν ζώδιον ἔτη β΄ μὴν σ’, κατὰ δὲ μοῖραν ἡμέραι κε΄ ὁ δὲ Κρόνος κατὰ μὲν ζῴδιον μερίζει ἔτη β΄ μῆνας ς΄ κατὰ δὲ μοῖραν ἡμέρας λ΄ Ζεὺς κατὰ ζῴδιον ἐνιαυτὸν σ΄, κατὰ δὲ μοῖραν ἡμέρας ιβ΄ Ἄρης κατὰ ζῴδιον μερίζει μῆνας ιέ . κατὰ δὲ μοῖραν ἡμέρας ιε΄ Αφροδίτη κατὰ μὲν ζῴδιον μῆνας η΄ . κατὰ δὲ μοῖραν ἡμέρας η΄ Ἑρμῆς κατὰ ζῴδιον μῆνας κ΄, κατὰ δὲ μοῖραν ἡμέρας κ΄. καὶ οὕτως ὁ ζῳδιακὸς τερματίζεται κατὰ τὴν ἑκάστου ἀστέρος περίοδον καὶ ἀνακύκλησιν. ὑπόταν οὖν ἄφεσίν τις ποιήσηται ἀπό τινος ἀστέρος εἴς τινα, κατʼ ἰδίαν τοὺς ἀριθμούς ἀπογραφέσθω καὶ τίς πρὸς τίνα· οὐ γάρ οἱ αὐτοὶ τυγχάνουσιν ἀριθμοὶ οὐδὲ αἱ αὐταὶ δυνάμεις τῶν παραδιδόντων καὶ παραλαμβανόντων. οἷον ἀπὸ Διὸς ἐπὶ Ἄρεα ἐάν τις παράδοσιν εὕρῃ ᾒ ἀπὸ Αρεως ἐπὶ Δία, οὔθʼ οἱ αὐτοὶ ἀριθμοὶ τῶν χρόνων ἔσονται διά τάς περιόδους οὔτε αὐτὸ ἀποτέλεσμα· βέλτιον γὰρ παραδιδόναι Ἄρεα Διὶ τὸν χρόνον ἤπερ Δία Ἄρει. ὁπόταν μέντοι ἀπὸ πάντων τῶν ἀστέρων πρὸς ἀλλήλους αἱ ἀρέσεις ἀναγραφῶσι, συγκρίνειν δεῖ καὶ προλέγειν ἀποτέλεσμα, πότερον αἰ τῶν κακοποιῶν πλεονάζουσιν ἢ τῶν ἀγαθοποιῶν.