Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὑπετάξαμεν δὲ καὶ τὰς προσνεύσεις τῆς Σελήνης ἀναγκαίως. συνοδεύσασα γὰρ τῷ Ἡλίῳ ἐν Καρκίνῳ καὶ φανεῖσα ἐν Λέοντι προσνεύσει τῷ Καρκίνῳ· εἶτα ἐν Παρθένῳ προσνεύσει τοῖς Διδύμοις, εἶτ᾿ ἐν Ζυγῷ γενομένη προσνεύσει Ταύρῳ, εἶτα Σκορπίῳ γενομένη προσνεύσει Κρίῷ, εἶτ᾿ ἐν Τοξότῃ γενομένη προσνεύσει Αἰγόκερῳ. ὥστε τὴν α΄ διχομηνίαν, ἥτις ἐστί, πρώτη πανσέληνος ποιεῖ βλέπουσα πρὸς ἀπηλιώτην· εἶτα ἀπὸ τῆς δευτέρας διχομηνίας ἀφαρπάξει βλέπουσα πρὸς λίβα· εἶτ᾿ ἐν Αίγόκερῳ ἀποκρούσασα προσνεύσει Τοξότῃ, εἶτ’ ἐν Ὑδροχόῳ γενομένη προσνεύσει Σκορπίῳ, εἶτ’ ἐν Ἰχθύσι γενομένη προσνεύσει Παρθένῳ, εἶτα ἐν Ταύρῳ προσνεύσει Λέοντι, εἶτα ἐν Διδύμοις γενομένη προσνεύσει Καρκίνῳ· γίνεται πρὸς ἀπηλιώτην ζῴδια Ϛ΄ καὶ πρὸς λίβα ζῴδια Ϛ´ σύνοδος Λέοντι.

Ἔστω νεομηνίᾳ ἀνατείλασα ἡ Σελήνη καὶ φανεῖσα ἐν Αἰγόκερῳ· προσνεύσει Διδύμοις· ἐν Ζυγῷ προσνεύσει Ταύρῳ, ἐν Σκορπίῳ προσνεύσει Κριῷ, ἐν Τοξότῃ προσνεύσει Ἰχθύσιν, ἐν Αἰγόκερῳ προσνεύσει Ὑδροχόῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Ὑδροχόῳ προσνεύσει Αἰγόκερῳ, ἐν Ἰχθύσι προσνεύσει Τοξότῃ ἐν Κριῷ προσνεύσει Σκορπίῳ, ἐν Ταύρῳ προσνεύσει Ζυγῷ ὲν Διδύμοις προσνέυσει Ταύρῳ, ἐν Διδύμοις προσνεύσει Παρθένῳ, ἐν Κριῷ προσνεύσει Λέοντι. Παρθένου νεομηνίᾳ ἀνατείλασα ἡ Σελήνη καὶ γενομένη ἐν Ζυγῷ προσνεύσει Καρκίνῳ, ἐν Σκορπίῳ προσνεύσει Διδύμοις, ἐν Τοξότῃ προσνεύσει Ταύρῳ, ἐν Αἰγόκερῳ προσνεύσει Κριῷ, ἐν Ὑδροχόῳ προσνεύσει Ἰχθύσι. δευτέρᾳ διχοτομίᾳ ἀποκρούσασα ἐν Ἰχθύσι προσνεύσει Ὑδροχόῳ, ἐν Κριῷ προσνεύσει Αἰγόκερῳ, ἐν Ταύρῳ προσνεύσει Τοξότῃ, ἐν Διδύμοις [*](7 in mg. ε΄ V 9 τοῖς V 17 ἀποκροῦσα V 19 post Ταύρῳ: ἐν Σκορπίῳ πρὸς Ζυγόν· ἐν τοξότη προσνεύσει Ἰχθύσι Va del. Vb et sequene προσν[εύσει in ras. 21 σύνοδος Δέοντι fortasse ad seqq. pertinent)

217
προσνεύσει Σκορπίῳ, ἐν Καρκίνῳ προσνεύσει Ζυγῳ, ἐν Λέοντι προσνεύσει Παρθένῳ. σύνοδος Ζυγῷ· ἀνατείλασα ἡ Σελήνη καὶ γενομένη ἐν Σκορπίῳ προσνεύσει Λέοντι, ἐν Τοξότῃ προσνεύσει Καρκίνῳ, ἐν Αἰγόκερῳ προσνεύσει Διδύμοις, ἐν Υδροχόῳ προσνεύσει Ταύρῳ, ἐν Ἰχθύσι προσνεύσει Κριῷ. δευτέρᾳ διχοτομίᾳ ἀποκρούσασα Κριοῦ προσνεύσει Ἰχθύσιν, ἐν Ταύρῳ προσνεύσει Ὑδροχόῳ, ἐν Διδύμοις προσνεύσει Αἰγόκερῳ, ἐν Καρκίνῳ προσνεύσει Τοξότῃ, ἐν Λέοντι προσνεύσει Σκορπίῳ, ἐν Παρθένῳ προσνεύσει Ζυγῷ. σύνοδος Σκορπίῳ γενομένη· ἀνατείλασα ἐν Τοξότη προσνεύσει Παρθένῳ, ἐν Αἰγόκερῳ προσνεύσει Λέοντι, ἐν Υδροχόῳ προσνεύσει Καρκίνῳ, ἐν Διδύμοις προσνεύσει Διδύμοις, ἐν Κριῷ προσνεύσει Ταύρῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Ταύρῳ προσνεύσει Κριῷ, ἐν Διδύμοις προσνεύσει Ἰχθύσιν, ἐν Καρκίνῳ προσνεύσει Υδροχόῳ, ἐν Λέοντι προσνεύσει Αἰγόκερῳ, ἐν Παρθένῳ προσνεύσει Τοξότῃ, ἐν Ζυγῷ προσνεύσει Σκορπίῳ. σύνοδος Τοξότῃ· Τοξότου νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Αἰγόκερῳ προσνεύσει Ζυγῷ, ἐν Υδροχόῳ προσνεύσει Παρθένῳ, ἐν Ἰχθύσι προσνεύσει Λέοντι, ἐν Κριῷ προσνεύσει Καρκίνῳ καὶ Ταύρῳ προσνεύσει Διδύμοις. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα Διδύμων προσνεύσει Ταύρῳ, ἐν Καρκίνῳ προσνεύσει Κριῷ, ἐν Λέοντι προσνεύσει Ἰχθύσιν, ἐν Παρθένῳ προσνεύσει Ὑδροχόῳ, ἐν Ζυγῷ προσνεύσει Αἰγόκερῳ, ἐν Σκορπίῳ προσνεύσει Τοξότῃ. σύνοδος Αἰγόκερῳ γενομένη· ἀνατείλασα ἐν Ὑδροχόῳ προσνεύσει Σκορπίῳ, ἐν Ἰχθύσι προσνεύσει Ζυγῷ, ἐν Κριῷ προσνεύσει Παρθένῳ, ἐν Ταύρῳ προσνεύσει Λέοντι, ἐν Διδύμοις προσνεύσει Καρκίνῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Καρκίνῳ προσνεύσει Διδύμοις, ἐν Λέοντι προσνεύσει Γαύρῳ, ἐν Παρθένῳ προσνεύσει Κριῷ, ἐν Ζυγῷ προσνεύσει χθύσιν, ἐν Σκορπίῳ προσνεύσει Υδροχόῳ, ἐν Τοξότῃ προσνεύσει Αἰγόκερῳ. Ὑδροχόου νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Ἰχθύσι προσνεύσει Τοξότῃ, ἐν Κριῷ προσνεύσει Σκορπίῳ, ἐν Ταύρῳ προσνεύσει Ζυγῷ, ἐν Διδύμοις προσνεύσει Παρθένῳ, ἐν Καρκίνῳ προσνεύσει Λέοντι. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Λέοντι προσνεύσει Καρκίνῳ, ἐν Παρθένῳ προσνεύσει Διδύμοις, ἐν Ζυγῷ προσνεύσει Ταύρῳ, ἐν Σκορπίῳ προσνεύσει Κριῷ, ἐν Τοξότη προσνεύσει Ἰχθύσιν, ἐν Αἰγόκερῳ προσνεύσει Ὑδροχόῳ. Ἰχθύων νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Κριῷ προσνεύσει Αἰγόκερῳ, ἐν Ταύρῳ προσνεύσει Τοξότῃ, ἐν Διδύμοις προσνεύσει Σκορπίῳ, ἐν Καρκίνῳ προσνεύσει [*](5 διχοτομηνία V (μηνία in ras.) 9 σύνοδος in mg. add. Vb 19 καὶ] ἐν Rad. 34 Ζυγῶ Vb] Αἰγόκερῳ Va)
218
Ζυγῷ, ἐν Λέοντι προσνεύσει Παρθένῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Παρθένῳ προσνεύσει Λέοντι, ἐν Ζυγῷ προσνεύσει Καρκίνῳ, ἐν Σκορπίῳ προσνεύσει Διδύμοις, ἐν Τοξότῃ προσνεύσει Ταύρῳ, ἐν Αἰγόκερῳ προσνεύσει Κριῷ, ἐν Ὑδροχόῳ προσνεύσει Ἰχθύσι. Κριοῦ νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Ταύρῳ προσνεύσει Ὑδροχόῳ, ἐν Διδύμοις προσνεύσει Αἰγόκερῳ, ἐν Καρκίνῳ προσνεύσει Τοξότῃ, ἐν Λέοντι προσνεύσει Σκορπίῳ, ἐν Παρθένῳ προσνεύσει Ζυγῷ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Ζυγῷ προσνεύσει Παρθένῳ, ἐν Σκορπίῳ προσνεύσει Λέοντι, ἐν Τοξότῃ προσνεύσει Καρκίνῳ, ἐν Αἰγόκερῳ προσνεύσει Διδύμοις, ἐν Ὑδροχόῳ προσνεύσει Ταύρῳ, ἐν Ἰχθύσι προσνεύσει Κριῷ. σύνοδος Ταύρῳ· Ταύρου νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Διδύμοις προσνεύσει Ἰχθύσιν, ἐν Κακρίνῳ προσνεύσει Ὑδροχόῳ, ἐν Λέοντι προσνεύσει Αἰγόκερῳ, ἐν Παρθένῳ προσνεύσει Τοξότῃ, ἐν Ζυγῷ προσνεύσει Σκορπίῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Σκορπίῳ προσνεύσει Ζυγῷ, ἐν Τοξότῃ προσνεύσει Παρθένῳ, ἐν Αἰγόκερῳ προσνεύσει Λέοντι, ἐν Ὑδροχόῳ προσνεύσει Καρκίνῳ, ἐν Ἰχθύσι προσνεύσει Διδύμοις, ἐν Κριῷ προσνεύσει Ταύρῳ. Διδύμων νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Καρκίνῳ προσνεύσει Κριῷ, ἐν Λέοντι προσνεύσει Ἰχθύσιν, ἐν Παρθένῳ προσνεύσει Ὑδροχόω, ἐν Ζυγῷ προσνεύσει Αἰγόκερῳ, ἐν Σκορπίῳ προσνεύσει Τοξότῃ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Τοξότῃ προσνεύσει. Σκορπίῳ, ἐν Αἰγόκερῳ προσνεύσει Ζυγῷ, ἐν Ὑδροχόῳ προσνεύσει Παρθένῳ, ἐν Ἰχθύσι προσνεύσει Λέοντι, ἐν Κριῷ προσνεύσει Καρκίνῳ, ἐν Τούρῳ προσνεύσει Διδύμοις.

Καὶ ταῦτα δὲ τὰ ζῴδια κλιμακτηρικὰ τυγχάνει· Κριὸς Καρκίνος Ζυγὸς Αἰγόκερως Σκορπίος Ὑδροχόος. ἐν τούτοις οἱ ἐνιαυτοὶ γενόμενοι ἐπισφαλεῖς τυγχάνουσι· τοῦ δὲ Ἡλίου κατʼ αὐτοὺς γινομένου ἐν ταῖς παρόδοις καὶ ὁ μὴν πρόδηλος ἔσται.