Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἐμοὶ δὲ μᾶλλον ἔδοξεν ἐκ πείρας χρηματιστικούς μῆνας ἐκείνους ὑπάρχειν, ἐν οἷς ἂν ζῳδίοις αἱ διαιρέσεις τῶν ἐνιαυτῶν γένωνται· κατʼ ἐκείνους γὰρ τοὺς τόπους γενόμενος ὁ Ἥλιος ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις τὸ ἀποτέλεσμα προμηνύει τὸ ἐν τῳ ἔτει ἢ ἐν ταῖς παραδόσεσι σημαινόμενον· ὁμοίως δὲ καὶ ὁ Ἄρης καὶ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Σελήνη ἐν τοῖς προειρημένοις τόποις κατʼ ἐπέμβασιν γενόμενοι ἐνδείξονται. ἐνεργέστερον δὲ μᾶλλον ἐκεῖνον τὸν τόπον κρινοῦμεν πρὸς ἀποτέλεσμα, ἐν ᾧ ἂν οἱ προκείμενοι ἀστέρες ἐπεμβάντες φάσιν ποιήσωνται· τότε γὰρ καὶ τῶν πραγμάτων καινοποιΐαι ἢ ἐνέργειαι γενήσονται. ἐὰν δὲ ὁποῖόν τις ἔχων σχῆμα τύχῃ, οὕτω καὶ διεξέλθῃ τὸ ζῴδιον, οὐδεμία ἐναλλαγὴ οὐδὲ καινοποιία γενήσεται οὐδὲ προσδοκωμένου ἀποτελέσματος συντέλεια. ὁ μέντοι Ἥλιος διαπορευόμενος τοὺς τόπους καὶ διεγείρων τῶν χρονοκρατόρων τὰς δυνάμεις ἐνεργέστερος καθίσταται.
[*](1 in mg. δ΄ V 4 Necheps. fr. 20 9 τὸν] τὴν V 11 πανσεληνμκῶν V 12 de φέρουσι cf. Rad. Philol. 17, 10 14 τοῦ παρόδου V 17 an del. καὶ τὸν μῆνα? 24 ταῖς V 27 ποιήσονται V 28 nempe ἐναλλαναὶ)Περὶ δὲ ἡμέρας χρηματιστικῆς τε καὶ ἀπράκτου οὕτως. τὰ καταγόμενα τῆς γενέσεως ἔτη πλήρη πολυπλασίασον ἐπὶ τὸν ε΄ δʼ καὶ τὰς ἀπὸ τῆς γενέσεως ἕως τῆς ζητουμένης ἡμέρας συναγαγόντες καὶ ταῖς προτέραις ἐπισυμμίξαντες ἐκκρούομεν δωδεκάδας, τὰς δὲ περιλειπομένας ἀπολύομεν ἀπὸ τοῦ ὡροσκόπου ἀνὰ μίαν ἑκάστῳ ζῳδίῳ διδόντες. ἔνιοι δὲ ἀπὸ τοῦ παρακόλλου Σελήνης εἰς ὃ ἂν ζῴδιον καταλήξῃ σκοποῦσι, πότερον χρηματιστικὸν ἢ ὡς ἐναλλάξ. τῇ μὲν οὖν Σελήνῃ προσέχειν δεῖ καὶ τῇ ταύτης προσνεύσει, πῶς πρὸς τὸ ζῴδιον σχηματίζεται. ἐὰν γάρ πως τῇ ζητουμένῃ ἡμέρᾳ ἡ Σελήνη τῷ τῆς προσνεύσεως ζῳδίῳ μαρτυρήσῃ, ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις καλὴ καὶ ἐπίσημος καὶ ἐπωφελὴς ἡ ἡμέρα γενήσεται· ἐὰν δὲ εἰς τὸ αὐτὸ ζῴδιον καὶ ἡ ἡμέρα καὶ ἡ πρόσνευσις τῆς Σελήνης εὑρεθῇ, κρεῖσσον· ἐὰν δὲ ἀπόστροφος ᾖ ἡ Σελήνη ἢ ἡ πρόσνευσις τῇ ἡμέρᾳ, ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις μέση καὶ οὐ πάνυ ἄπρακτος, ἐν δὲ τοῖς λοιποῖς λυπηρὰ καὶ ἐπιζήμιος ἢ ἐπικίνδυνος γενήσεται. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς ἡμέρας, πῶς σχηματίζεται καὶ ὑπὸ τίνων μαρτυρεῖται καὶ πότερον ἐν τῳ αὐτῷ ζῳδίῳ ἢ χρηματιστικῷ ἢ ἀποστρόφῳ, τούς τε κατʼ ἐπέμβασιν ἀστέρας, πῶς πρὸς τὴν ἡμέραν ἢ τὸν κύριον κεῖνται· κατὰ γὰρ τὴν ἑκάστου ζῳδίου καὶ ἀστέρος φύσιν πρόδηλος ἡ ἡμέρα γενήσεται. ἐὰν δὲ καὶ ἐν ᾧ τις ζῳδίῳ τὴν ἡμέραν καταγάγῃ, αὐτῇ τῇ ἡμέρᾳ ἀστέρος ἐπέμβασις γένηται ἢ ἐπιμαρτύρησις, χρηματιστικὴ ἀγαθοῦ ἢ κακοῦ κατὰ τοὺς ἐπόντας ἀστέρας. ὁμοίως δὲ καὶ περὶ ἃ σημαίνει ἀποτελέσματα ὁ ἐνιαυτός, περὶ ἐκεῖνα ἐνεργὴς ἡ ἡμέρα γενομένη κατὰ τοὺς τόπους τῶν παραδόσεων ἢ παραλήψεων καὶ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ ἔτος δ΄ Μεχὶρ ιγ΄ ὥρα νυκτερινὴ α΄, ζητεῖν δὲ τῷ κ΄ ἔτει Ἀντωνίνου Φαωφὶ ι΄· εἰσὶ σμγ΄, καὶ γίνονται ὁμοῦ υλβ΄. ἀφαιρῶ τὰς τξ΄, λοιπαὶ οβ΄. ταύτας ἀπολύω ἀπὸ τοῦ ὡροσκόπου Παρθένου· κατέληξεν ἐν Λέοντι. ἡ ἡμέρα ἐν τῳ ἀποκλίματι· ὁ κατὰ γένεσιν κύριος Ἥλιος ἠναντιώθη τῇ [*](4 ad ε΄ δ΄ in marg. τ ε δ΄ V 8 ζωδίων V nempe τῆς π. Σ. 10 τὴν τ. πρόσνευσιν V 16 exp. τῆς ἡμέρας 24 γενήσεται V 30 μεχεὶρ V de hoc exemplo cf. Catal. II 87 31 κ΄. in V φαωθὶ V ut solet 32 νλβ΄ V)