Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὰ δὲ μέσα ἔτη τῶν ἀστέρων ἐστὶ ταῦτα. Κρόνου μῆνης ε΄, Διὸς μῆνες θ΄, Ἄρεως μῆνες β΄, Ἀφροδίτης μῆνες Ϛ΄, Ἑρμοῦ μῆνες η΄, Ἡλίου ξδ΄. μερίζουσιν οὖν καὶ ταῦτα τὰ ἔτη σὺν ταῖς περιόδοις ἢ ταῖς ἀναφοραῖς τῶν ζῳδίων, ὁπόταν χρηματίζοντες τυγχάνωσιν.

Ἄλλως τὰ μέσα ἔτη. Ἐκάκτου ἀστέρος τὴν μεγάλην περίοδον καὶ τὴν ἐλαχίστην συνθεὶς εὑρήσεις τὰ μέσα ἔτη. οἷον Κρόνου τὰ τέλεια ἔτη νζ΄ καὶ τὰ ἐλάχιστα λ΄ γίνονται πζ΄, ὧν τὸ ἥμισυ μγ΄ ἥμισυ. Διὸς τὰ τέλεια ἔτη ρθ΄ καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄, ὧν τὸ ἥμισυ με΄ ἥμισυ. ὁμοίως καὶ τῶν λοιπῶν ἀστέρων. ἐπεὶ δὲ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν Ὑψικλέους ἀναφορικὸν πταίουσιν, ἐὰν παρὰ ἐνιαυτὸν διετίαν συνδράμῃ ὁ χρόνος — ὁ γὰρ βασιλεὺς τοῦ πρώτου κλίματος μόνας τὰς ἀναφορὰς ἐδήλωσεν· οἷον ἔστω Ἥλιος Ἀφροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Ἄρης Λέοντι, ὡροσκόπος Παρθένῳ· ἐν τῷ α΄ κλίματι ἡ ἀναφορὰ τῆς Παρθένου λη΄ γ΄ καὶ ἐπεὶ ὁ κύριος Ἑρμῆς ἐν Καρκίνῳ ἀγαθοδαιμονεῖ, ἔδωκε τὴν ἀναφορὰν λα΄ δύο τρίτα· γίνονται ρ΄ τοσαῦτα ἐβίωσεν.

Ἄλλη. Ἥλιος Ταύρῳ, Ἑρμῆς Ταύρῳ. Σελήνη Ἰχθύσι. Κρόνος Σκορπίῳ, Ζεὺς Ἄρης Ἀφροδίτη Κριῷ, ὡροσκόπος Διδύμοις. ἡ ἀναφορὰ κλίματος τοῦ δευτέρου κη΄· Ἑρμῆς Ταύρου τὴν ἀναφορὰν κδ΄ καὶ Ἀφροδίτη Ἄρης Κριῷ ιε΄. ἐτελεύτα τῷ ξζ΄ ἔτει.

Ἄλλη. ἡ αὐτὴ ἀστροθεσία ἄλλης γενέσεως· μόνος ὁ ὡροσκόπος Αἰγόκερῳ, ὁ κλῆρος τῆς τύχης Ἰχθύσι· ἡ ἀναφορὰ τοῦ δευτέρου κλίματος κ΄ καὶ περιόδου Διὸς ιβ΄. καὶ ἐπεί ἐστιν Κριῷ, τῆς ἀναφορᾶς κ΄ καὶ Ἄρεως ιε΄ γίνονται ξζ΄· ταῦτα ἐβίωσε.

βουληθεὶς μέντοι τὰς συντεταγμένας μοι βίβλους ἰδιωτικωτέρας οὔσας διὰ τὸ τοιούτοις καὶ νέοις μου θρεπτοῖς προσπεφωνηκέναι, ὅπως εὐκατάληπτον τὴν εἴσοδον ἔχωσι, σαφέστερον μετασυντάξαι οὐκ ἔσχον καιρὸν διὰ τὸ κεκμηκέναι τῇ ὁράσει καὶ ὑπὸ πολλῆς λύπης ἀμαυρωθῆναί μου τὸ διανοητικὸν τιμιώτατον θρεπτὸν ἀπολέσαντι· ὅθεν συγγνωστέον.

[*](13 ὁι᾿ αἰτίαν V 14 fr. 5 Riess qui anacoluthon agnovit 23 ♀ (κριῷ ἄρης) ιε΄ V sed lineolis adpositis ordinem eum quem dedi indicare videtur. Malim abesse Ἀφροδίτη; Mars enim solus utpote in sua domo positus suos annos minimos tribuit 25 anaphora Piscium, Juppiter dominus Piscium)