Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οἷον ἕκαστος τῶν ἀστέρων ἰδίας περιόδου δεσπόζει, Κρόνος μὲν οὖν ἐτῶν λ΄, Ζεὺς ιβ΄, Ἄρης ιε΄, Ἥλιος ιθ΄, Ἀφροδίτη η΄, Ἑρμῆς κ΄, Σελήνη κε΄ ὁμοίως δὲ καὶ ἕκαστος ἰδίων ἀναφορῶν κατὰ κλῆρον. κατὰ τὸ κλίμα οὖν συγκρίνειν δεήσει, πότερον ἐπίκεντρος ὁ κλῆρος καὶ χρηματίζων ἢ ἐπαναφερόμενος ἢ ἀποκεκλικώς, καὶ τοὺς τῶν ζῳδίων οἰκοδεσπότας, καθὼς καὶ ὁ παλαιὸς μέμνηται λέγων· πᾶς ἀστὴρ ἐπίκεντρος τοὺς ἰδίους χρόνους πλήρεις δίδωσι, ἔκκεντρος δὲ ὅσους ἐὰν μερίζῃ λοιπογραφουμένους ἐκ τῶν ἰδίων ἀριθμῶν. μερίζουσι δὲ καὶ τὰς τελείας αὐτῶν περιόδους καὶ τὰς ἀναφοράς, ὅταν καλῶς τύχωσι· συμμερίζουσι δὲ καὶ οἱ συναιρετισταὶ συμπαρόντες ἢ μαρτυροῦντες ἢ οἰκείοις ζῳδίοις τυγχάνοντες, εἰ μή τι ἀμφότεραι αἱ αἱρέσεις συμμεριοῦσι· καὶ οὕτως δὲ ὁμοίως. πρότερον δὲ δεῖ λογίζεσθαι τοὺς ἀριθμούς, ὥρας ἡμέρας μῆνας εἶτα ἐνιαυτούς, καὶ τοῖς τρισὶν ὅροις χρῆσθαι, ἐλαχίστῳ μέσῳ τελείῳ, ἐπισυντιθέντας τὸν πρῶτον τῷ δευτέρῳ ἢ τὸν τρίτον. πολλάκις γὰρ ὅδε μὲν τόπος ἐμέρισεν ἡμέρας ὁ δὲ μῆνας ὁ δὲ ἐνιαυτούς παρὰ τὰς διαφορὰς τῶν χρηματιστικῶν ζῳδίων καὶ τῶν οἰκοδεσποτῶν ἢ τῶν κακωτικῶν αἰτιῶν καὶ ἐναντιώσεων. προσεπιμερίζουσι δὲ [*](2 an διὰ τελείας? 4 ἡλίου Riess, in V compendium sine casus significatione; cf. ad v. 10 7 ὅσων V 10 (ἡλί)ου V 12 συνορᾶν] συνορα et supra τὸν V possis igitur συνορᾶν τὸν τοῦ ζ. [τὸν] 17 περιόδους V 22 novum Petosiridis fragm. 25 λοιπογραφομένους Va aut Vb 26 τελείους V 29 οὕτως] αὐτὸς V 32 an ἢ τὸν δεύτερον τῷ τρίτῳ?)

156
μετὰ τὰ ἔτη καὶ μῆνας ἰσαρίθμους τοῖς χρόνοις. τὸ δʼ αὐτὸ καὶ ὁ δαίμων καὶ ὁ ὡροσκοπικὸς τόπος ἐφέξει τῷ κλήρῳ κατὰ τὸν μερισμόν, ὑπόταν οἱ κληρικοὶ τόποι ἢ οἱ κύριοι παραπέσωσι, μάλιστα ὁπόταν ὁ κλῆρος τῷ δαίμονι τὸν μερισμὸν ἐκχωρήσῃ· καὶ γὰρ οἱ ἀστέρες ἀντιπαραχωροῦσιν ἀλλήλοις· δηλώσομεν δὲ καὶ τῷ προϊόντι λόγῳ εἰς τοὺς ἐπιμερισμούς.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσι, Κρόνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Καρκίνῳ ἀγαθοδαιμονῶν. ἡ κυρία τοῦ κλήρου ἐπὶ τοῦ κέντρου εὑρέθη· ἔθηκα τὰ ἐλάχιστα τῆς Σελήνης κε΄ ἔτη καὶ τοῦ Καρκίνου τὴν ἀναφορὰν τοῦ δευτέρου κλίματος ἔτη λβ΄ καὶ τοῦ οἰκοδεσπότου τῆς Σελήνης Διὸς ἔτη ιβ΄· γίνονται ἐπὶ τὸ αὐτὸ ἔτη ξθ΄· τοσούτων ἐτῶν ἐτελεύτα.

Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη ὡροσκόπος Παρθένῳ, ὁμοίως δὲ καὶ Ἄρης· Κρόνος Ζεὺς Ἑρμῆς Αἰγόκερῳ, Ἀφροδίτη Ἰχθύσιν, ὁ κλῆρος τῆς τύχης Ὑδροχόῳ ἀποκεκλικώς. ὁ κύριος ἀγαθοδαιμονῶν παῤ αἵρεσιν ἐμέρισε τὰ ἴδια ἔτη λ΄ καὶ μῆνας τοὺς αὐτοὺς ἰδίῳ τυχὼν ζῳδίῳ. τούτῳ δὲ συμπαρὼν Ζεὺς ἐμέρισεν ἐνιαυτόν· ἐτελεύτα τῷ λδ΄ ἔτει.

Παρατηρητέον οὖν ἐπὶ πάσης γενέσεως τὰς προγεγραμμένας ἀρχῇ παραγγελίας καὶ τὰς φάσεις καὶ τὰς μοίρας, ἵνα μὴ δόξωμεν καθʼ ἕκαστον εἶδος ὑπομιμνήσκειν καὶ τὰ αὐτὰ γράφειν· ὡς ἐπὶ ὑποδείγματος γὰρ ἀνάγκην ἔσχον προτάξαι γενέσεις.

Εἰσὶ δὲ καὶ οἱ κληρικοὶ κλιμακτῆρες καὶ μάλιστα τῶν κακοποιῶν συνόντων ἢ μαρτυρούντων τὴν τύχην. μὲν οὖν τῳ διαμέτρῳ τῷ διὰ τῶν ἑβδομάδων ἐνιαυτῶν, δὲ τῷ δεξιῷ τριγώνῳ τῳ διὰ τοῦ θ΄, δὲ τῷ ἀριστερῷ τριγώνῳ τῷ διὰ ε΄ δὲ τῷ δεξιῷ τετραγώνῳ τῷ διὰ ι΄, δὲ τῷ ἀριστερῷ τῷ διὰ δ΄. οἱ δὲ βλάπτοντες τῷ δεξιῷ ἑξαγώνῳ διὰ ια΄, οἱ δὲ τῷ ἀριστερῷ ἑξαγώνῳ διὰ γ΄. οἱ δὲ τῇ προηγήσει τῆς τύχης διὰ ιβ΄, οἱ δὲ τῇ συναφῇ αὐτῆς ὄντες διὰ β΄. Κριῷ ἐὰν ἐπιπαρῇ ὁ κεκληρωμένος τὴν τύχην, ἕξει διʼ ἐτῶν θ΄, Ταύρῳ διὰ κε΄, Διδύμοις διὰ κ΄, Καρκίνῳ διὰ κε΄, Λέοντι διὰ ιβ΄, Παρθένῳ διὰ η΄, Ζυγῷ διὰ λ, Σκορπίῳ διὰ ιε΄, Τοξότῃ διὰ ιβ΄ Αἰγόκερῳ διὰ η΄, Ὑδροχόῳ διὰ λ΄, Ἰχθύσι διὰ ιε΄.

[*](2 τῷ κλ. pertinet ad τὸ ὁ᾿ αὐτὸ 6 cf. IV 17 sqq. an 〈τῷ〉 εἰς? 12 ιβ΄] λβ΄ V 16 dominus Fortunae est Saturnus proprie non ἀγαθοδαφιονῶν sed ἀγαθοτυχῶν i. e. V, loco positus)