Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸ δὲ περὶ ἐνέδρας ἡμέρας μὲν ἀπὸ Ἡλίου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλάξ. καὶ ἐὰν ὁ τοῦ κλήρου τῆς τύχης ἢ τῆς περιποιήσεως ἢ τοῦ δαίμονος ὁ κύριος εἰς περὶ ἐνέδρας ἢ κλοπῆς τύχῃ, ἀπὸ βίας καὶ πανουργίας ἢ τινος ὠφελείας ἕξουσι τοὺς βίους. καὶ ἐὰν οἱ κύριοι πάντων τῶν προμειμένων ὁμοῦ πέσωσι, ταὐτὰ ποιοῦσι. καὶ ἐὰν ὁ κύριος τῆς ἐνέδρας ἢ τῆς κλοπῆς ἐπών ἢ τῷ κλήρῳ τῆς τύχης ἢ δαίμονος ἢ περιποιήσεως, εὑρίσκεται ἐκ τούτων τὰ τοῦ βίου. ἐὰν δὲ ἀγαθοποιοὶ τοῖς τόποις μαρτυρῶσι καὶ μάλιστα ἰδιοτοποῦντες ἢ τῆς αἱρέσεως ὄντες, εὐπροαίρετοι καθίστανται· ἐὰν δὲ κακοποιοὶ διάμετροι ἢ τετράγωνοι μαρτυρῶσι, συννοητέος ὁ τρόπος.

Ὅσαι δὲ μετὰ τὴν εὐτυχίαν καθαιροῦνται ἢ ἐκπίπτουσιν, ὑποδείξομεν. ἐὰν ὁ περὶ ἀξίας καὶ ὑψώματος τόπος ἐναντίους ἔχῃ κακοποιούς μὴ προσήκοντας τῇ γενέσει ἢ ὁ κύριος αὐτοῦ μὴ μαρτυρῆται ὑπὸ Διός, μάλιστα τῶν φώτων ἀποκεκλικότων ἢ τῆς Σελήνης κεκακωμένης, καθαιρέσει τὰ τῆς δόξης καὶ τὰ τῆς ἐπιφανείας γενήσεται. ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἐναντιούμενος τῷ ὑψώματι ἢ τῷ κυρίῳ τοῦ ὑψώματος ἐπισφαλεῖς τὰς δόξας ταὶ τὰς ἐπιφανείας ποιεῖ. ὁμοίως καὶ ὁ τοῦ δαίμονος καὶ οἱ κλῆροι πρὸς ἑαυτοὺς ἀηδεῖς καὶ καθαιρετικοὶ δόξης τυγχάνουσι. [*](2 an καθαιρεῖται? τὰ om. M 3 ἔχωσι S 4 ἐπβολῆς S 6 om M 7 νυκτερινῆς M ἀπὸ μὲν Ἑρμοῦ S 8 ἀπὸ Κρόνου S] ἐπὶ Κρόνον M αἱρέσεως M 10 om. M 11 et περὶ om. M; an τὸν δὲ? μὲν om. S 13 τὲ S] τὸν M fort. recte 14 ἢ παν. M 17 συνὼν M possis ἐπὼν τύχῃ vel εὑρεθῇ 18 τοιούτων MS 20 ἀπροαίρετοι M 21 συνοητέον S an τόπος? 23 ἐναντίος S 27 γίνεται S 29 ὁ om. S 30 possis ⟨ἐναντιούμενοι⟩ πρὸς)

92
καὶ ἐὰν τοῦ κλήρου τοῦ ὑψώματος ὁ τόπος καὶ ὁ περὶ ἐπιτιμίας ἐναντίοι πέσωσι καὶ ὑπὸ κακοποιῶν ὁρῶνται ἢ οἱ κύριοι αὐτῶν ἢ οἱ κλῆροι, ἑαυτοὺς κακοῦσι καὶ ἀτιμίαις καὶ καθαιρέσεσιν ἢ ὕβρεσί τισι γενήσονται οἱ γεννώμενοι. καὶ ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ δαίμονος ἢ τοῦ ὑψώματος τῳ περὶ ἐπιτιμίας ἐναντίος πέση ἢ τῳ κλήρῳ ἢ τῳ κυρίῳ αὐτοῦ ἢ καθυπερτερούμενος ὑπὸ κακοποιῶν μαρτυρούμενος, καθαιρέσει καὶ ὕβρει γίνονται οἱ γεννώμενοι. ὁμοίως καὶ ἐπὰν τῷ κλήρῳ μάλιστα τῷ περὶ ἐπιτιμίας κακοποιὸς μαρτυρήσῃ, καθαιρέσεις βίων καὶ ἀξιῶν ἐποίσει τῷ γεννωμένῳ, καὶ μάλιστα ἐπίκεντρος ὤν· ἔκδηλα γὰρ οὕτως καὶ ἐκφανῆ τὰ κακὰ γίνεται τοῖς γεννωμένοις.

Κακὰ τὰ φῶτα ἐναντιούμενα τοῖς ὑψώμασιν ἢ τῳ κυρίῳ τοῦ ὑψώματος, μάλιστα κεκακωμένα καὶ μὴ ὄντα τῆς αἱρέσεως ἢ καὶ ἕτερον αὐτῶν· ἀτιμίας γὰρ καὶ καθαιρέσεις παρέχουσι ταῖς γενέσεσιν. ἐὰν ὕψωμα τύχῃ τῳ μεσουρανήματι καὶ ᾖ κακοποιὸς τῳ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐπὶ τῆς πρώτης ἡλικίας προκόψαντες καὶ τιμηθέντες ὑπὸ πολλῶν, μάλιστα ἀγαθοποιοῦ ἐπιθεωροῦντος, ὕστερον καθαιρεθήσονται. ἐὰν δὲ ἐναλλὰξ γένηται, τῇ πρώτη ἡλικίᾳ δυστυχήσαντες ὕστερον ἐπιφανεῖς ἔσονται. ἐὰν δὲ ὁλοτελῶς κακωθῶσιν οἱ τόποι, ἀπὸ νεότητος δυστυχίαν σημαίνουσι τῷ γεννωμένῳ, ὥσπερ καὶ ἀγαθοποιῶν μαρτυρούντων τοῖς τόποις ἀγαθῶν πρόδηλα γενήσεται κατὰ τὰς τῶν ζῳδίων καὶ ἀστέρων τοποθεσίας. ἐὰν πάλιν τύχῃ ὁ δαίμων τῷ ὑψώματι ἐναντιούμενος, καθαιρέσει τὰς γενέσεις ποιεῖ. ὅταν ἐπὶ γενέσεως οἱ πλεῖστοι τόποι κακωθῶσιν ἢ οἱ κύριοι αὐτῶν αἵ τε σύνοδοι ἢ πανσέληνοι ἢ ὁ περὶ ἐπιτιμίας κλῆρος ἢ τὸν περὶ δίκης ἢ ἔχθρας ἢ ἀνάγκης κλῆρον ἔχωσι συνεμπίπτοντα ἢ διάμετρον ἢ τετράγωνον, μεγάλαις στάσεσι γίνονται καὶ εἰς ἐπιτιμίαν βλάπτονται. ἐὰν ὀλίγοι ὦσιν οἱ κακοποιοὶ ἢ ὁ περὶ ὑψώματος τόπος ἢ ὁ κύριος αὐτοῦ, ἀπρόκοποι καὶ ἀλαμπεῖς καὶ καταγνώσει οἱ γεννώμενοι διατελοῦσι. τῷ περὶ ἀξιώματος τόπῳ κακοποιοὶ ἐναντιούμενοι ἢ καθυπερτεροῦντες καθαιρέσεις ἐπιφέρουσι ταῖς [*](3 αὐτοὺς M; possis [αὐτῶν] κακωθῶσιν, 4 καὶ ὕβρεσι M γίνονται οἱ γενόμενοι S κὔριος om. M 5 ἢ καὶ τοῦ S τῶ M] τῆς S 6 καθαιρούμενος M 9 καθαιρέσει M 10 ἐμποιήσει M ἐπ. μάλιστα ὢν S γὰρ S] δὲ M 11 ἐπιφανῆ M 13 ἢ S] εἰ M 14 τοῖς S 16 τῶ ἡμ. τῶ ὑπὸ γῆν M πράξαντες M 20 παντελῶς M fort. recte 21 σημαίνει M 22 possis προδηλωτικά 25 αἵ τε Σ] ἢ αἱ M 26 ἢ ὁ M] καὶ ὁ S τόπος ἢ κλῆρος M 27 ἔχουσι M ἢ prius om. M 29 τόπος M] μόνος S utique aliquid deest velut κακωθῇ)

93
γενέσεσιν. ἐὰν ὁ κύριος τοῦ ὑψώματος καὶ ὁ κύριος τοῦ ἀξιώματος ἐναντίοι πέσωσιν ἑαυτοῖς οἵ τε κλῆροι ἢ οἱ δεσπόται αὐτῶν, καταγνώσει γίνονται οἱ γεννώμενοι. ἐὰν Ζεὺς τῳ ὑψώματι εἴη ἐπικείμενος ἐπίκεντρος ἢ κύριος γένηται κέντρου, ἐπιφανεῖς ἄνδρας ποιεῖ ἐὰν δὲ Ἄρεως τύχη ζῳδίῳ ἢ μοίρᾳ ἢ συνὼν ἰδίοις ζῳδίοις, ζωῆς καὶ θανάτου κυριεύσουσιν οἱ γεννώμενοι. ὅθεν οἱ προκείμενοι τόποι καὶ ἀστέρες χρηματιστικοῖς ζῳδίοις εὑρισκόμενοι λαμπράς ἡγεμονικὰς βασιλικάς γενέσεις ποιοῦσιν, ἐπὶ δὲ τῶν μέσων ζῳδίων εὐσχήμονας ἐπιδόξους ἀρχικούς ἐπὶ δὲ τῶν ἀποκλιμάτων εὐπόρους πρακτικούς ὑπὸ ἑτέρων ἐξουσίας τεταγμένους, πίστεων καὶ τάξεων καταξιουμένους.