Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὅταν ὁ κύριος τῆς τύχης καὶ ὁ τῆς περιποιήσεως ἐναντίοι πέσωσιν, ἐὰν μὲν ἀγαθοποιοὶ ὦσι, τὰς ὑπάρξεις πεφαντασιωμένας ποιοῦσι καὶ ἐπισάθρους καὶ ἐπικινδύνους· ἐὰν δὲ κακοποιοὶ ὦσιν, ἐκπτώσεις ποιοῦσιν. ἐὰν ἡ περιποίησις ἐναντία τῷ δαίμονι γένηται, ἐκπτώσεις τῶν πράξεων καὶ μειώσεις καὶ βλάβας παρέχουσιν ἐὰν μή ἔχωσιν ἀγαθοποιούς ἐπικειμένους. ὁ τῆς περιποιήσεως κύριος ἐναντιούμενος τῷ περιποιήματι κενοῖ τὰς ὑπάρξεις· ἐὰν οὖν κακοποιὸς τύχῃ, ἔτι χεῖρον. οἱ δὲ ἀγαθοποιοὶ ἀφαιροῦντες τὶ αὐτὰ ἀπεργάζονται, ἐπὶ τούτοις δὲ καὶ ἐκπτώσεις ποιοῦσιν, ἐὰν τῶν οἰκοδεσποτῶν ἡ περιποίησις ἐναντία πέσῃ μάλιστα ὄντων κακοποιῶν καὶ μηδὲ τῆς αἱρέσεως ὄντων, ἐγγὺς ἐκπτώσεως ἔρχονται. ἐὰν τῇ περιποιήσει Ἄρης ᾖ ἐφεστώς ἢ διάμετρος, εἰς ἡδονὰς καὶ μέθας ἀναλίσκουσι τὰ περικτηθέντα. ὁμοίως καὶ ἐὰν ὁ κύριος τῆς περιποιήσεως ἐναντίος αὐτῷ γένηται, τῷ βίῳ πολυδαπάνους· ὁμοίως καὶ ἐὰν ᾖ αὐτὸς δ κύριος τῆς περὶποιήσεως ἀφαιρῶν τῳ ἀριθμῷ ἢ ἄκεντρος ὢν ἢ μοίρας ἀλλοτρίας ἢ οἶκον ἔχων.

Ἑὰν ὁ περὶ δάνους κλῆρος πέση --- ἢ ὁ κύριος αὐτοῦ εἰς τὰ τετράγωνα ἢ διάμετρα αὐτοῦ κακοποιῶν ἐφορώντων ἢ ἐναντίων ὄντων ἢ καθυπερτερούντων, καταχρέους ποιεῖ τὰς γενέσεις. ἀριθμεῖται δὲ ὁ κλῆρος ὁ περὶ δάνους ἀπὸ Ἑρμοῦ ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ἐκ τῶν οὖν ἐμπεπτωκότων κλήρων ἢ τῶν ἐφεστώτων ἀστέρων τῇ περιποιήσει διαμετρούντων ἢ τετραγώνων πρὸς τὸν κλῆρον αὐτὸν ὁ τρόπος τῆς ὑπάρξεως τοῦ γεννωμένου πρόδηλος· ὁμοίως καὶ ἀπὸ τῶν τῇ τύχῃ ἢ δαίμονι ἐφεστώτων ἀστέρων ἢ τῶν κλήρων τῶν συνεμπιπτόντων αὐτοῖς καὶ τῶν κλήρων καὶ τῶν κυρίων αὐτῶν. μάλιστα δὲ ὁρώντων τὸν περὶ ἐνέδρας κλῆρον καὶ τὸν περὶ κλοπῆς, εἰ πρὸς τὴν περιποίησιν ἢ τύχην ἢ τὸν δαίμονα ἢ τὸν βίον λόγον τινὰ ἔχουσιν ἢ πρὸς τοὺς κυρίους τούτων τῶν κλήρων· δυνατὸν δὲ μὴ ἔχειν --- οὐκ ἐξ ὑγιοῦς τὰς κτήσεις ποιοῦσιν. ἐὰν γὰρ μὴ ἔχωσι λόγον οἱ προκείμενοι [*](4 sq. ἐκπτ. ποιοῦσιν iterat S qui om. seqq. usque ad οἱ δὲ v. 8, sic tamen ut ante ἀγαθοποιοὶ addat ἐαν μὴ ἔχωσιν 6 ὑποκειμένους M 9 καὶ om. S 12] ᾖ] ἢ S om. M 13 κτηθέντα M 14 αὐτῶν S 18 om. M 20 ἢ εἰς τὰ διάμετρα M 23 πεπτωκότω M 25 αὐτῶν S τῆς γενομένης S 27 ἢ ἀστέρων M 32 γὰρ S] δὲ M)

91
τόποι πρὸς τὴν περιποίησιν ἢ τύχην ἢ τὸν βίον ἡ τὸν δαίμονα, καθαιρεῖ τὰ τοῦ βίου τοῦ γεννωμένου ἢ τὰ τῆς ὑπάρξεως. εἰ δὲ λόγον τινὰ ἔχουσι πρὸς αὑτούς, ἀπὸ πανουργίας καὶ ἐνέδρας καὶ ἐπιβουλῆς τινος καὶ βίας καὶ κλοπῆς καὶ ἐπιθέσεως εὑρήσεις τὰ τῆς ὑπάρξεως ὄντα.

Ἀριθμεῖται δὲ ὁ περὶ κλοπῆς ἐπὶ μὲν ἡμερινῆς γενέσεως ἀπὸ Ἑρμοῦ ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ Κρόνου, ἐπὶ δὲ νυκτερινῆς γενέσεως ἀπὸ Ἄρεως ἐπὶ Ἑρμῆν καὶ τὰ ἴσα ἀπὸ Κρόνου.