Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἥλιος Ἑρμῆς Ταύρῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἀφροδίτη Κριῷ, Ζεὺς Παρθένῳ, Ἄρης Ἰχθύσιν, ὡροσκόπος Λέοντι. τὸν μὲν οὖν Ἥλιον εὕρομεν τριγώνῳ Ἀρροδίτης καὶ Σελήνης, τὴν δὲ Ἀφροδίτην ἀποκλίματι. γέγονεν μὲν οὖν τὰ πρῶτα ἐπίμοχθος καὶ ταπεινή, τῆς δὲ Σελήνης ἐπικέντρου εὑρεθείσης ὕστερον γέγονεν στρατιωτικαῖς καὶ προκοπτικαῖς τάξεσιν. ὁμοίως δὲ καὶ ὁ κλῆρος τῆς τύχης εὑρέθη Ταύρῳ, δὲ ὕψωμα Καρκίνῳ τούτου κυρία Σελήνη εὑρέθη μεσουρανοῦσα τῳ κλήρῳ, ὅθεν καὶ εἰς μεγίστην τύχην καὶ ἡγεμονικὴν κατῆλθεν. δὲ τῷ περιποιητικῷ τόπῳ εὑρέθη Ἄρης --- ὕπαρξιν ἁρπαγῆς καὶ νοσφισμῶν καὶ βίας, ἃ μετὰ θάνατον αὐτοῦ κακῶς διηρπάχθη.

Ἄλλη. Ἥλιος Ἑρμῆς Κρόνος Ζεὺς Τοξότῃ, Σελήνη Καρκίνῳ. Ἄρης Παρθένῳ, Ἀφροδίτη ὡροσκόπος Ζυγῷ. νυκτερινῆς οὔσης τῆς γενέσεως εὕρομεν τὴν Σελήνην τριγώνῳ Ἄρεος, αὐτὸν δὲ τὸν Ἄρεα ἀποκεκλικότα καὶ τὸν κλῆρον καὶ τὸν κύριον, ὅθεν τὰ μὲν πρῶτα ταπεινῶς καὶ ἐνδεῶς διήγαγεν αἰχμαλωσίας τε καὶ ὑπηρεσίας πεῖραν ἔλαβεν καὶ πολλοῖς κινδύνοις περιετράπη. τῶν δὲ συναιρετιστῶν χρηματιστικοῖς τόποις τετευχότων φιλίαις καὶ συστάσεσι γενόμενος βασιλικάς πίστεις ἀνεδέξατο. εἶθ᾿ οὕτως τοῦ ὑψώματος Λέοντι εὑρεθέντος καὶ τοῦ κυρίου Ἡλίου μεσουρανήσαντος τῳ κλήρῳ ἡγεμονίας καὶ τάξεως ἐξουσιαστικῆς κατηξιώθη.

[*](1 ἔνθα S 2 Mercurius, dominus sortis, loco XI. stat. 7 Δ τῶ b S cf. ad 83, 31 Saturnus in ἀποκλίματι est Medii Caeli 10 κυρία Tauri Venus 20 nempe ὃς δίδωσιν αὐτῷ 21 nempe ἣ 24 pro Παρθένῳ repone Σκορπίῳ ob ἀποκεκλικότα v. 26 26 Sora in Aquario i. e. loco VI quod eet ἀπόκλιμα Occasus, dominus Saturnus III. quod est ἀπόκλιμα Imi Caeli 31 at Sol non est in X. sed ln XI. a Sorte loco)
85

Ἄλλη. Ἥλιος Ἀφροδίτη Ἀἰγόκερῳ. Σελήνη Ἑρμῆς Τοξότῃ, Κρόνος Σκορπίῳ, Ζεὺς Ζυγῷ, Ἄρης Ὑδροχόῳ, τύχη Κριῷ, ὡροσκόπος Ταύρῳ καὶ αὕτη ἡ γένεσις κατʼ ἀρχάς ἀνώμαλος καὶ μέτριος διῆξεν, ὑστέρου δὲ ἀνεβιβάσθη καὶ στεμμάτων καὶ ἀρχιερωσύνης μετέσχεν. ἐπὶ τῆς ἀναφορᾶς γὰρ εὑρέθησαν οἱ κύριοι τοῦ τριγώνου, ὁ δὲ τρίτος κύριος τοῦ τριγώνου καὶ ὁ κύριος τοῦ κλήρου μεσουρανῶν ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὑψώματος κατὰ τὸν κλῆρον μεσουρανῶν καὶ ὁ κύριος τοῦ δαίμονος --- Ἄλλη. Ἥλιος Ἑρμῆς Καρκίνῳ. Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι. Ζεὺς Ἄρης Λέοντι, Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Ζυγῷ. καὶ αὕτη ἡ γένεσις λαμπρὰ καὶ ἐπίσημος γέγονεν ἐπιστεύθη βασιλείας γὰρ καὶ ἀρχιερωσύνης κατηξιώθη. εὑρέθη γὰρ ὁ κύριος τοῦ τριγώνου σὺν τῳ κυρίῳ τοῦ δαίμονος ἀγαθοδαιμονῶν καὶ μετὰ τοῦ κλήρου τῆς τύχης καὶ Ἥλιος ὁ κληρωσάμενος τὴν τύχην μεσουρανῶν, ἡ δὲ τοῦ ὑψώματος κυρία Σελήνη κατὰ τὸν κλῆρον μεσουρανόῦσα, ἡ δὲ περιποίησις ἀνώμαλος καὶ ἄστατος, ὁτὲ μὲν ὑπερπλεονάσασα ὁτὲ δὲ ἐνδεής· ἐμαρτύρει γὰρ τῷ τόπῳ Κρόνος καὶ Ἀφροδίτη.