Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Εἰς δὲ τὴν τῶν προκειμένων διάγνωσιν ὑποδείγμασι χρησόμεθα προτάξαντες ἐπίσημον γένεσιν. ἔστω Ἡλιον εἶναι Σκορπίῳ Σελήνην Καρκίνῳ, Κρόνον Ὑδροχόῳ, Δία Τοξότῃ, Ἄρεα Σκορπίῳ, Ἀφροδίτην Ζυγῷ, Ερμῆν Σκορπίῳ, ὡροσκόπον Ζυγῷ. ἐπεὶ οὖν νυκτερινὴ ἡ γένεσις, ζητῶ Σελήνην· αὕτη δὲ τυγχάνει Καρκίνφ τρίγωνος Ἀρεῖ, τὸν δὲ τοῦ Ἄρεος εὔρομεν ἐπαναφερόμενον ἰδίῳ οἴκῳ καὶ τριγὼνῳ καὶ αἱρέσει ἰδίᾳ· εἶτα τὴν ἐπίκοινον τούτῳ Ἀφροδίτην ὡροσκοποῦσαν ἰδίῳ οἴκῳ, τρίτην Σελήνην μεσουρανοῦσαν ἰδίῳ οἴκῳ. πρόδηλον οὖν, ὅτι ἔνδοξος ἡ γένεσις, ἐπιτόπως ἐσχηματισμένων τῶν οἰκοδεσποτῶν. ζητήσας δὲ καὶ τὸν κλῆρον εὑρον Ὑδροχόῳ τούτῳ ἔπεστι Κρόνος ὁ κύριος ἀγαθοτυχῶν ἰδίῳ οἴκῳ καὶ τριγώνῳ. ὁμοίως καὶ ια΄ τοῦ κλήρου τῆς τύχης τουτέστι περιποιητικὸν ζῴδιον Ζεὺς ἔχει. ἔλαβον δὲ καὶ ὕψωμα τῆς γενέσεως, ὃ ἀπὸ Σελήνης ἐπὶ Γαῦρον γίνεται ια΄ καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου Ζυγοῦ· κατέληξεν Λέοντι τῳ ἀγαθῷ δαίμονι· τούτου κύριος ὁ Ἥλιος, ὃς εὑρέθη μεσουρανῶν τῳ κλήρῳ τῆς τύχης, ἐποίησε λαμπροτέραν καὶ ἐνδοξοτέραν τὴν γένεσιν.

Ἄλλη. Ἡλιος Ἑρμῆς Ταύρῳ, Σελήνη Κριῷ. Κρόνος Ἄρης Ἀφροδίτη ὡροσκόπος Καρκίνῳ, Ζεύς Παρθένῳ, κλῆρος τύχης καὶ ὕψωμα γενέσεως Διδύμοις. ἀπὸ μετριότητος ἀναβεβίβασται καὶ γέγονεν ἡγεμονικὴ καὶ στρατηγική. ἡμερινῆς γάρ οὔσης τῆς γενέσεως εὖρον τὸν Ἥλιον τριγώνῳ τῆς Σελήνης, τὴν δὲ Σελήνην καὶ τοὺς αὐτῆς ἐπικοίνους Ἀφροδίτην καὶ Ἄρεα ἐπικέντρους, τὸν δὲ [*](4 an σύγκρασιν? 15 ἐπαναφ. sc. loco secundo qui est ἐπαναφορὰ τοῦ ὡροσκόπου 16 ἐπίκοινον sc. trigoni cf. c. I p. 55, 15 20 Saturnus loco quinto i. e. ln Bona fortuna positus est 23 ὃ] οὗ S 25 Sol X. a Sorte Fortunae loco collocatus est (cf. ad p. 81, 16) 28 κλῆρον S 29 ἀνξαβεβιβάσθαι S 31 Sol nec trigonus est Lunae neque ulla radiatione coniunctus; ergo Δ legi non τρίγωνον sed τριγώνῳ)

84
κλῆρον τῆς τύχης καὶ ὕψωμα Διδύμοις ἀποκλίσει (ἔνθεν ἦν καὶ τὰ πρῶτα μέτρια), τὸν δὲ κύριον ἀγαθοδαιμονοῦντα.

Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Ζεὺς Σκορπίῳ, Κρόνος Κριῷ, ὡροσκόπος Λέοντι. καὶ αὕτη ἡ γένεσις ἐκ ταπεινῆς καὶ μετρίας τύχης εἰς ἡγεμονικὴν καὶ ἐξουσιαστικὴν τύχην κατήντησεν. ἡμερινῆς γὰρ οὔσης τῆς γενέσεως εὕρομεν τὸν Ἥλιον τριγώνῳ τοῦ Κρόνου, τὸν δὲ Κρόνον τῳ ἀποκλίματι, ὅθεν τὰ μὲν πρῶτα μέτρια, τὸν δὲ τούτου ἐπίκοινον Ἑρμῆν ἐπίκεντρον. εὕρομεν δὲ καὶ τὸν κλῆρον τῆς τύχης Ταύρῳ καὶ ὕψωμα Ζυγῷ καὶ τὴν κυρίαν μεσουρανοῦσαν μὲν τῷ κλήρῳ, ἐπίκεντρον δʼ ἄλλως.