Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Εὕραμεν δὲ καὶ τὸν ια΄ τόπον τῆς τύχης περιποιητικόν, ὑπαρχόντων καὶ ἀγαθῶν δοτῆρα, καὶ μάλιστα ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων. Ἥλιος μὲν γὰρ καὶ Ζεὺς καὶ Ἀφροδίτη παρέχουσι χρυσὸν ἄργυρον καὶ κόσμον καὶ πλείστην ὕπαρξιν καὶ ἀπὸ μειζόνων τε καὶ βασιλέων δωρεάς καὶ εὐπροαιρέτους ἐξοδιασμούς εἰς ὄχλους καὶ πολλῶν εὐεργέτας καθιστῶσι. Σελήνη δὲ καὶ Ἑρμῆς αὐξομείωσιν τοῦ βίου καὶ ἀνωμαλίαν καὶ ὁτὲ μὲν ἑτέροις παρεκτικούς καὶ εὐμεταδότους, ὁτὲ δὲ ἐνδεεῖς ἢ δανείοις περιτρεπομένους διὰ τὴν μὲν Σελήνην αὐξομείωσιν τοῦ φωτὸς ἔχειν, τὸν δὲ Ἑρμῆν ἐπίκοινον εἶναι ἀγαθῶν τε καὶ κακῶν. Ἄρης τὰ μὲν διδόμενα ἢ ἐπικτώμενα ἀφαιρεῖται ἀποτελῶν μειώσεις ἁρπαγὰς ἐμπρησμούς κρίσεις, εἰς δημόσια εἰς βασιλικὰ πράγματα ἀναλίσκοντας ἢ αὐτεξουσίους γινομένους καὶ καταιτιωμένους, ἐκτὸς εἰ μὴ στρατιωτικὴ ἢ ἔνδοξος ἡ γένεσις τύχῃ· οὕτω γάρ ἐκ τῆς τοιαύτης ἀφορμῆς καὶ βιαίων ἢ ἐπικινδύνων πραγμάτων καὶ κλοπῆς περιποιήσει γενήσονται, ἐάνπερ οἰκείως ὁ ἀστὴρ τύχῃ· πλὴν καὶ οὕτως ἐπιφόβωε ἀνύσει καὶ μείωσιν ὑποίσει. Κρόνος δὲ ἔτι ἐπιτόπως σχηματισθεὶς θεμελίων κτημάτων κυρίους καθίστησιν, ἀτόπως δὲ ἢ παῤ αἵρεσιν ἐκπτώσεις ἀφαιρέσεις ναυάγια ἐνδείας χρεωστίας ἀποτελεῖ.