Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὅθεν περὶ τάς ἐπιβολὰς τῶν πράξεων καὶ μετατροπὰς ὅ τε κλῆρος τῆς τύχης καὶ ὁ δαίμων πολλὴν δύναμιν ἐφέξει· ἡ μὲν γὰρ τὰ περὶ σῶμα καὶ τὰς διὰ χειρῶν τέχνας δηλοῖ, ὁ δὲ δαίμων καὶ ὁ κύριος τὰ περὶ ψυχὴν καὶ διάνοιαν καὶ τὰς διὰ λόγων καὶ δόσεων καὶ λήψεων πράξεις. προσβλέπειν οὖν δεήσει τοὺς τόπους καὶ τοὺς τούτων οἰκοδεσπότας, ποίοις ζῳδίοις εἰσί, καὶ τάς τούτων φύσεις συναρμόζειν εἰς τὸν περὶ πράξεως καὶ τύχης λόγον καὶ εἰς εἷδος τῆς πράξεως. λαμπραὶ μὲν οὖν καὶ ἐπίδοξοι καὶ πρακτικαὶ νοηθήσονται γενέσεις ἐκ τε Ἡλίου καὶ Σελήνης τῶν ἀγαθοποιῶν ἐπόντων ἢ προσνευόντων τοῖς τόποις ἢ τοῖς οἰκοδεσπόταις, μέτριαι δὲ καὶ ἄδοξοι καὶ καθαιρετικαὶ καὶ ἐναντίαι αἱ γινόμεναι ἐκ τε Κρόνου καὶ Ἄρεος. βέλτιον μὲν οὖν καὶ τὸν κύριον τοῦ δαίμονος εὑρεῖν ἐπὶ τοῦ κλήρου τῆς τύχης ἤ τοῦ τούτου δεκάτου ἵνα μεσουρανῇ τῳ κλήρῳ ὅτι ἰδιοτοπεῖν καὶ ἐπίκεντρον ὡς ὅμοια καὶ ἴσα ἀντιδιέστειλε νῦν, καὶ ἐκ τοῦ ἐναντίου μὴ ἰδιοτοπεῖν καὶ ἀποκεκλιμένον ὡς ἴσα παρέθετο καὶ τὴν τῶν κακοποιῶν δὲ μαρτυρίαν ἢ ἀποστροφὴν ὡσαύτως ὡς εἶναι καὶ σχέσεις. ἢ καὶ η΄ ὅπερ ἐστὶ μεσουράνημα καὶ οὕτως γὰρ λαμπραὶ καὶ ἐπίσημοι γενέσεις γίνονται. ἐὰν δὲ ἰδιοτοπῇ ἢ καὶ ἐπίκεντρος ἄλλως τύχῃ, πρακτικαὶ καὶ ἔνδοξοι κατὰ ποσὸν γενήσονται. ἐὰν δέ πως ἀπόστροφος τύχη ἰδίου τόπου ἢ καὶ ἄλλως ἀποκεκλικώς ὑπὸ κακοποιῶν μαρτυρούμενος, φυγάδας σημαίνει καὶ ἐπὶ ξένης ἀσχημονοῦντας. καὶ ἐὰν μὲν ἀγαθοποιῷ ἢ ὑπὸ ἀγαθῶν μαρτυρηθῇ, ἐπὶ ξένης τὸν πολύν χρόνον διανύσουσι, ποικίλως καὶ ἀνωμάλως τὸν βίον διάγοντες· ἐὰν [*](1 sq. om. H ἀπὸ εὐδαφιονίας κ. ἀποτροπῆς S 3 ἐπβουλὰς M 4 τῆς τύχης om. M ἡ] οἱ (ὁς?) S ὃσ M 5 τὰς M] εὐθὺς S 6 κύριος se. τῶν πράξεων (B. L. 443) 7 καὶ δόσεων om. M προβλ. οὓς δ. M τούτων om. S 9 τὸν om. M 10 οὖν om. M 11 πραγματικαὶ S σοι νοηθ. M et possis ποιηθήσονται aut alia γενέσεις S] πράξεις M 12 ἀγαθῶν M 13 καὶ ἐν. S] αἱ ἐν. M 14 γενόμεναι S 15 ἐπὶ τοῦ ὡροσκόπου τῶ κλήρω M 16 τούτου δέκατον M verba inclusa in M tautum extant; et sane ὅτι — σχέσεις sine dubio glossematica, de primis et extremis dubites, certe subest dogma quo sortem fortunae pro horoscopo ponebant (Manil. III 96 B. L. 297) 22 πραγματικαὶ S 24 possis ⟨ἢ⟩ ὑπὸ 26 ἀγαθοποιῶν M χρόνον S] βίον M)

82
δὲ κακοποιῷ, καὶ αἰτίας καὶ συνοχῆς πεῖραν λαβόντες ἐνδεεῖς καὶ κακόβιοι γενήσονται. ὁμοίως καὶ ἐὰν --- ἐναντιωθῇ τῳ τόπῳ, ἐπὶ ξένης ἀναστρεφομένους καὶ ταραχαῖς γινομένους προδηλοῖ, πολλάκις δὲ οἱ τοιοῦτοι ὑπὸ μὲν ἰδίων οὐ κληρονομοῦνται, ὑπὸ δὲ ἀλλοτρίων κληρονομοῦνται.