Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὴν δὲ τῶν προκειμένων τριγώνων διαίρεσιν καὶ εὐδαιμονίαν ἢ μετριότητα πρὸς τὴν ἑκάστου γένεσιν ὁρῶν δηλώσεις. ἐπὶ μὲν γὰρ τῶν ἡμέρας γεννωμένων σκοπεῖν δεήσει τὸν Ἥλιον, ἐν ποίῳ τριγώνῳ ὑπάρχει, καὶ τὸν καθ᾿ ὑπεροχὴν τούτου οἰκοδεσπότην καὶ τὸν τούτου συνεργόν, πότερόν ποτε ἐπίκεντρος ἢ ἐπαναφερόμενος ἢ ἀποκεκλικώς, ἀνατολικὸς ἢ δυτικός, ἢ ἐν οἰκείοις ζῳδίοις καὶ ὑπὸ τίνων μαριυρεῖται, ἀγαθοποιῶν ἢ κακοποιῶν καὶ οὕτως τὰς ἀποφάσεις ποιεῖσθαι. ἐὰν γὰρ ὡροσκοπῇ ἢ μεσουρανῇ ἢ καὶ ἐπί τινος ἑτέρου τῶν χρηματιστικῶν ζῳδίων τύχῃ, εὐτυχεῖς καὶ λαμπρὰς τὰς γενέσεις προδηλοῦσιν· ἐὰν δὲ ἐν ταῖς ἐπαναφοραῖς, μέσας· ἐν δὲ τοῖς ἀποκλίμασι ταπεινὰς καὶ δυστυχεῖς. χρὴ δὲ καὶ αὐτὸν τὸν Ἡλιον προσβλέπειν, ὅπως τέτευχε καὶ ὑπὸ τίνων μαρτυρεῖται.

Ἐπὶ δὲ τῶν νυκτὸς γεννωμένων τὴν Σελήνην ὁμοίως σκοπεῖν δεήσει καὶ τὸν καθ᾿ ὑπεροχὴν τοῦ τριγώνου οἰκοδεσπότην καὶ τὸν τούτου ἐπίκοινον ὅπως ἐθχημάτισται, καθὼς πρόκειται.

[*](1 παραβλέπειν S ἐπὶ τῆς νυκτὸς μὲν M 5. 9 τριγώνου om. S 9 ὑδατώδους S] ἀερώδους M 11 ὁ τῆς ⫯ M] ⫯ S 16 sq. om. M 18 □ Δ (pro Δ Δ) S? 19 ὁρῶν δηλώσεις] ὁρῶν δηλώσει S ὁ ὡροσκόπος δηλώσει M 21 δεσπότην M 22 ποτε om. M 23 ἢ καὶ ἐν M 25 ὡροσκοπῶ Sa 26 χρηματστκῶν S 27 δηλοῦσιν M 28 ἐν δὲ M] ἐὰν δὲ S 29 προβλέπειν M 31 νυκτερινῶν SM)
57

Ἐὰν μὲν γὰρ ὁ καθ᾿ ὑπεροχὴν οἰκοδεσπότης ἐπὶ τῶν καλῶν κειμένων ἡμέρας ἢ νυκτὸς παραπέσῃ, δ δὲ κατὰ διαδοχὴν ἐπίκεντρος ἢ καλῶς σχηματιζόμενος ὑπάρχῃ, ὁ γεννώμενος ἐν πρώτοις χρόνοις ἀνωμαλίσας ἕως τῆς ἀναφορᾶς τοῦ ζῳδίου ἢ τῆς τοῦ χρόνου κυκλικῆς ἀποκαταστάσεως ἐξ ὑστέρου ἔμπρακτος ἔσται, πλὴν ἄστατος καὶ ἐπίφοβος διάξει. ἐὰν δὲ ὁ προηγούμενος οἰκοδεσπότης καλῶς πέση, ὁ δὲ ἑπόμενος κακῶς, τοῖς πρώτοις καλῶς ἐξενεχθεὶς ἐξ ὑστέρου καθαιρεθήσεται ἀπὸ τοῦ τῆς ἀναφοράς τοῦ ζῳδίου χρόνου, ἐν ᾧ ὁ ἑπόμενος οἰκοδεσπότης παρέπεσεν. ἀκριδέστερον μὲν οὖν περὶ τῆς διακρίσεως τῶν χρόνων ἐν δέοντι καιρῷ δηλώσομεν. ἐὰν δ᾿ ἀμφότεροι καλῶς πέσωσι, τὰ τῆς εὐτυχίας παραμενεῖ καὶ ἔνδοξα γενήσεται, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐναντιωθῇ ἢ καθυπερτερήσῃ οὐδὲ μετατρέψει τὰ τῆς γενέσεως πράγματα. πᾶς δὲ ἀστὴρ οἰκοδεσποτήσας καὶ ἐν ἀποκλίσει ὑπάρχων ἐναντίος γενήσεται καὶ παραιρέτης· ἑτέροις γὰρ ὑποτασσομένους ποιεῖ, ἀνωμαλοῦντας ἢ δόξης καθαιρουμένους, σίνεσι καὶ πάθεσι καὶ καταιτιασμοῖς περιπίπτοντας ἢ ἐνδεεῖς τῷ βίῳ.

Ἐὰν οὖν ἐπὶ τῶν ἡμέρας γεννωμένων εὑρεθῇ ὁ Ἥλιος Κριῷ Λέοντι Τοξότῃ, βέλτιον μὲν αὐτὸν ἐπίκεντρον εἶναι. εἰ δὲ ἐπὶ τῶν ἐπαναφορῶν καὶ τοὺς τούτου συναιρετιστάς ὁμοίως --- Ἄρεος μὴ ἐναντιουμένου ἢ τετραγωνίζοντος, εὐτυχίας προδήλως ὁ τόπος κριθήσεται. ἐὰν δὲ ὦσιν ἐναλλάξ, τἀναντία γενήσεται. ἐὰν δὲ Ταύρῳ Παρθένῳ Αἰγόκερῳ εὑρεθῇ ὁ Ἥλιος ἡμέρας, ζητεῖν δεήσει πρώτῳ τόπῳ τὸν τῆς Ἀφροδίτης καὶ ἐκ δευτέρου τῆς Σελήνης καὶ ἐκ τοῦ τρίτου Ἄρεα πῶς σχηματίζονται καὶ ὑπὸ τίνων μαρτυροῦνται. ὁμοίως καὶ ἐν τῷ ἑπομένῳ τριγώνῳ Διδύμοις Ζυγῷ Ὑδροχόῳ τοῦ Ἡλίου εὑρεθέντος ἡμέρας προσβλέπειν τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ καὶ τὸν τοῦ Διός. τὸ δ᾿ αὐτὸ καὶ ἐπὶ τοῦ Καρκίνου Σκορπίου Ἰχθύων ἡμέρας Ἡλίου ἐπόντος τὸν τῆς Ἀφροδίτης ταὶ τὸν τοῦ Ἄρεος προσβλέπειν καὶ τὸν τῆς Σελήνης εἰ ἔγκεντροι, καὶ οὕτως διακρίνοντας ἀποφαίνεσθαι. τῷ δ᾿ αὐτῷ λόγῳ καὶ νυκτὸς τὴν Σελήνην χρὴ προσβλέπειν.

[*](1 ὁ S] ἦ M καλῶν κειμένων om. S, ἐπὶ — κειμένων insiticia puto, nisi fuit ἐπὶ τῶν ἡμ. ἢ ν. γεννωμένων 3 ἢ] ἦν S ἧ M καλῶς M] καὶ γὰρ S? ὑπάρχει SM γενόμενος S 5 εἴσπρακτος M 6 fort. ἀστάτως κ. ἐπιφόβως 7 possis 〈ἐν〉 τοῖς 8 τοῦ prius om. M 13 οὐδὲ M ὁ δὲ S fort. ὅτε δὴ 15 καὶ om. M ὑποτασσομένοις M 17 περιπίπτοντες S 20 ἀναφορῶν M ὅμοιος S excidit fere κειμένους ἀγαθοποιοὶ βλέποιεν 21 nempe κροδηλωτκὸς κρ. 22 δὴ om. S ὦσιν] an ὡς? 24 πρῶτον τόπον M 24—25 καὶ τρίτον M 27 εὑρεθέντος ἡλίου M 29 ἡμ. ἡλ. ἔποντος ἡμέρας M 30 τὸν τῆς M] τῶν S ἔγκεντρον SM 32 προβλέπειν M)
58