Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τοῦ ζῳδιακοῦ κύκλου κατὰ διαφοράν καὶ οἰκειότητα τεταγμένου εὕρομεν αἱρέσεις δύο, Ἡλίου τε καὶ Σελήνης, ἡμερινὴν καὶ νυκτερινήν. ὁ μὲν γὰρ Ἥλιος πυρώδης ὑπάρχμων προσῳκειώθη Κριῷ Λέοντι Τοξότῃ, ὅπερ αὐτοῦ τρίγωνον προσωνομάσθη ἡμερινόν· ἔστι δὲ καὶ αὐτὸ φύσει πυρῶδες. Δία δὲ καὶ Κρόνον τῇ ἰδίᾳ αἱρέσει προσηρμόσατο συνεργοὺς καὶ φύλακας τῶν ὑπ᾿ αὐτοῦ τελουμένων, τὸν μὲν Δία ἀντίμιμον ἑαυτοῦ καὶ διάδοχον τῆς βασιλείας ἀγαθῶν αἱρέτην καὶ δόξης τε καὶ ζωῆς δοτῆρα, τὸν δὲ Κρόνον ὑπουργὸν κακίας καὶ ἐναντιωμάτων καὶ χρόνων ἀφαιρέτην. ἐστι μὲν οὖν τοῦ προκειμένου τριγώνου ἡμέρας μὲν δεσπότης Ἥλιος, νυκτὸς δὲ κατὰ διαδοχὴν ὁ τοῦ Διός, ἀμφοτέροις δὲ Κρόνος συνεργεῖ.

Ἑξῆς δὲ τοῦ ἑπομένου τριγώνου γεώδους ὑπάρχοντος Ταύρου Παρθένου Αἰγόκερω Σελήνη περίγειος οὖσα τὴν οἰκοδεσποτείαν ἐκληρώσατο. ἔσχε δὲ συναιρετιστὰς Ἀφροδίτην καὶ Ἄρεα, Ἀφροδίτην μὲν εἰκότως εἰς τὸ εὐεργετεῖν καὶ δόξας καὶ χρόνους μερίζειν, [*](2 sq. om. M 6 τοσ. περὶ τὸν ζῆλον κακ. M 7 τὴν om. M 9 om. M 11 εὑρέσεις M τε om. S 12 προσοικειώθη S 15 προσηρμόσαντο S 16 ἀντίτιμον Rad. 17 ἀγαθὸν M καὶ prius om. M 19 τετραγώνου S 20 ὁ Ἥλιος M 22 λειπομένου S 24 ἔχει M 25 χρόνους κ. δόξας M)

56
Ἄρεα δὲ εἰς τὸ παραβλάπτειν τὰς γενέσεις. ὅθεν ἐπὶ μὲν νυκτὸς ἔσχεν τὴν προστασίαν ἡ Σελήνη, δευτέρῳ δὲ τόπῳ Ἀφροδίτη, τρίτῳ δὲ Ἀρης· ἐπὶ δὲ τῶν ἡμερινῶν προηγήσεται Ἀφροδίτη, συνεργήσει δευτέρῳ τόπῳ ἡ Σελήνη, τρίτῳ Ἄρης.

Ἑξῆς δὲ Διδύμων Ζυγοῦ Ὑδροχόου τριγώνου ἀερώδους δεσπόσει ἡμέρας Κρόνος, συνεργήσει δὲ δευτέρῳ τόπῳ Ἑρμῆς, τρίτῳ Ζεύς· νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ προηγήσεται καὶ δευτέρῳ τόπῳ ὁ τοῦ Κρόνου καὶ τρίτῳ ὁ τοῦ Διός.

Ἑξῆς ὁμοίως Καρκίνου Σκορπίου Ἰχθύων τριγώνου ὑδατώδους ὁ τοῦ Ἄρεως τὴν οἰκοδεσποτίαν νυκτὸς ἐφέξει καὶ δευτέρῳ τόπῳ Ἀφροδίτη καὶ τρίτῳ Σελήνη· ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης προηγήσεται, μεθ᾿ ἣν ὁ τοῦ Ἄρεως καὶ τρίτη Σελήνη. — Ὁ μέντοι Ἑρμῆς κοινὸς ὑπάρχων ἐξαιρέτως ταῖς δυσὶν αἱρέσεσιν ἐξυπηρετεῖ πρός τε τὸ ἀγαθὸν ἢ φαῦλον καὶ πρὸς τὴν οἰκειότητα καὶ σχηματογραφίαν ἑκάστου ἀστέρος.