Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Λαβὼν τὰς τοῦ Ἡλίου μοίρας ἐπὶ ὡροσκόπου χρηματιζούσας ἐπὶ ἡμέρας, ἐπὶ δὲ νυκτὸς τῆς διαμέτρου, δεκαπλασίασον αὐτὰς [*](2 nempe τούτου 10 ὡ ?? M 12 organon aut excerptor omisit aut V. προκείμενον inconsiderate ex auctore transcripsit cf. p. 21, 10 15 κδ΄ M 19 ἡμέρας (sc. γεννωμένων)] σ M quod solvi potest etiam ἡμερινῶν (nec obstaret quod infra νυκτὸς M); cf. 21, 17 26 πρόσβαλε M μόνα non sanum 31 ἐπὶ ω χ ἐπὶ M 32 αὐτοὺς M)

21
καὶ γενόμενον ποσὸν πάλιν πολλαπλασίασον ἐπὶ τὰς ἀναδοθείσας ὥρας ἤτοι ἡμερινὰς ἢ νυκτερινὰ ἤτοι ὅλας ἢ καὶ μετὰ μοιρῶν, καὶ ἐκκρούσας ὅλους κύκλους τὰ λοιπὰ ἡγοῦ ὡροσκοπικὸν γνώμονα. κλίμα ὥρα ἡμέρας β΄ Ἥλιος Καρκίνου ζ΄, Σελήνη Κριοῦ κβ΄ ἡμερινοὶ ὡροσκόποι τῆς τοῦ Ἡλίου μοίρας κη μβ δεκάκις, γίνονται σκδ΄ ταῦτα δίς, γίνονται μετὰ κύκλων πη΄· οὗτος ὁ ὡροσκοπικὸς γνώμων.

Οἷον ἔστω Ἥλιος Αἰγόκερω μοίρᾳ ιθ΄· ἐγενήθη δέ τις ὥρᾳ νυκτιρινῇ τρίτη. δὲ δρόμημα τῆς Σελήνης ἐστὶ μοιρῶν β΄U+2220΄ ιε΄ εἰσέρχομαι εἰς σελίδιον τῆς τρίτης ὥρας, ἔνθα παράκειται ἐπὶ μὲν τῶν ιβ΄ μοιρῶν τοῦ δρομήματος μοῖραι μα΄ U+2220΄. ἐπὶ δὲ τῶν ιε΄ U+2220΄. τοῦ δρομήματος μοῖραι μδ΄ U+2220΄. ἡ ὑπεροχὴ τῶν μδ΄ U+2220. πρὸς τὰς μα΄ U+2220΄ γίνεται μοῖραι γ΄ τούτων U+2220΄ ιε΄ γίνεται α΄ U+2220΄ ε΄. ταύτας προστίθημι ταῖς μα΄ U+2220΄ διὰ εἶναι τῆς Σελήνης δρόμημα μοιρῶν ιβ΄ U+2220΄ ιε΄. γίνονται οὖν ὁμοῦ μοῖραι μγ΄ ε΄ ταύταις πρόσθες τάς τοῦ Ἡλίου μοίρας ιθ΄· ὁμοῦ γίνονται μοῖραι ξβ΄ ε΄· ἃς ἀπέλυσα ἀπὸ τοῦ Καρκίνου διὰ νυκτὸς εἶναι τὴν γένεσιν, καὶ κατέληξεν ὁ ὡροσκόπος μοίρᾳ β΄ Παρθένου λεπτοῖς ιβ΄ ἦν δὲ ἀπὸ τοῦ κανόνος ὁ ὡροσκόπος Αἰγόκερω μοίρᾳ γ΄.