Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πρὸς δὲ λεπτομερῆ καὶ μοιρικὴν εὕρεσιν ὡροσκόπου οὕτως. τὰς γεννητικὰς ὥρας ἐπὶ τῆς Σελήνης δρόμημα πολυπλασιάσας ἀπόλυε ἡμέρας μὲν ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας, νυκτὸς δὲ ἀπὸ τοῦ διαμέτρου, καὶ ὅπου δἂν καταλήξῃ, τοσούτων μοιρῶν ὁ ὡροσκόπος κριθήσεται. ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ δ΄ Μεχὶρ ιγ΄ ὥρα νυκτός α΄· Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄. Σελήνη Σκορπίου μοίρᾳ ζ΄, δρόμημα τῆς Σελήνης τῇ ιδ΄ ἡμέρᾳ ἀπὸ ἐποχῆς ιγ΄ νβ΄· εἰσῆλθον εἰς προκείμενον ὄργανον εἰς τὰς ιδ΄ μοίρας τὰς τῷ πρώτῳ στίχῳ καὶ εὗρον ὑποκάτω κατὰ τὴν πρώτην ὥρας ιϚ΄. ταῦτας ἀπέλυσα καὶ ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας Λέοντος κβ΄· κατέληξεν τῷ Αἰγόκερῳ περὶ μοῖραν η΄  ἐὰν δέ πως ἐκ τοῦ ἀναφορικοῦ πλειόνων ἢ ἡττόνων μοιρῶν εὑρεθῇ, ἐκ τῆς προκειμένης ἐφόδου γνωσθήσεται, πότερον πρόσθεσιν ἢ ἀφαίρεσιν ἡ ὥρα ἔχει.

Ἐπὶ μὲν τῶν ἡμέρας τὰς λοιπὰς τοῦ Ἡλίου μοίρας καὶ ὅσας ἐπέχει ἡ Σελήνη ἐπισυνθεὶς ἔκκρουε τριακοντάδας, καὶ αἱ λοιπαὶ ὡροσκοπήσουσιν· ἐπὶ δὲ τῶν νυκτὸς τὰς λοιπὰς τῆς Σελήνης καὶ ὅσας ἐπέχει ὁ Ἥλιος. ἐὰν μέντοι ὑπὲρ τὴν λογιζομένην ὥραν πλεονάσῃ ὁ ἀριθμός, ὅσαι ἂν ὑστερῶσιν εἰς τὰς λ΄ ἢ εἰς μέγεθος τῆς ὥρας, τοσαῦται ὡροσκοπήσουσιν. ἀπὸ τῆς κε΄ τοῦ Ἐπιφὶ ἕως τῆς γεννητικῆς ἡμέρας ψήφισον τὰς ἡμέρας σὺν ταῖς ἐπαγομέναις καὶ πρόσβαλλε τῷ ἀριθμῷ μόνα κβ΄ καὶ ἀπόλυε τὸν ἀριθμὸν ἀνὰ λ΄, ἡμέρας μὲν ἀπὸ Καρκίνου, νυκτὸς δὲ ἀπὸ Αἰγονέρωτος· ὅπου δʼ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται ὁ ὡροσκότος, καὶ ὧν μοιρῶν, τοσαῦται ὡροσκοπήσουσιν.