Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὑποτάξομεν δὲ καὶ ἄλλως, πότερον πλήρη τίς χρόνον διέμεινεν τῇ γαστρὶ ἢ τὸν ἐλάσσονα, ὅπως τε οἱ ἀφανισμοὶ καὶ τὰ ἐκτρώματα γίνονται καὶ δυστοκίαι καὶ νεκρώσεις ἥ τε τῶν ἑπταμηνιαίων γέννα. ἐστι δὲ ἡ εὕρεσις οὕτως.

Λαμβάνω πάντοτε τὸν πρὸ τῆς γενέσεως ἐνιαυτὸν καὶ τὸν μῆνα τὸν γεννητικὸν καὶ τὴν ἡμέραν, καὶ ψηφίζω τὴν Σελήνην· καὶ ἐπιγνούς, ποίῳ ζῳδίῳ εὑρέθη, σημειοῦμαι. ὁμοίως καὶ μετὰ τὸν γεννητικὸν τοῦ δευτέρου ἐνιαυτοῦ λαβὼν καὶ τὸν μῆνα καὶ τήν ἡμέραν καὶ ψηφίζω πάλιν τὴν Σελήνην καὶ εὑρὼν συγκρίνω τῷ πρώτῳ ἔτει. καὶ ἐὰν μὲν εὕρω ἀμφοτέροις τοῖς ἔτεσι τὴν Σελήνην κατὰ τὸ τρίγωνον τῆς κατὰ γένεσιν Σελήνης, ἀποφαίνομαι τελείαν εἶναι τὴν σποράν ἐὰν δ᾿ τοῖς δύο ἔτεσιν εὑρεθῶσιν αἱ Σελῆναι κατὰ τετράγωνον πρὸς τὴν κατά γένεσιν, τῆς ἐλαχίστης σπορᾶς ἐφέξει τὸν χρόνον ὁ γεννώμενος, τουτέστιν ἐντὸς σνη΄. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου ἔτους Σελήνη τρίγωνος εὑρεθῇ, ή δὲ τοῦ δευτέρου τετράγωνος, ἐντὸς σξθ΄ ἔχει τῆς γαστρὸς τοὺς χρόνους. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου κατὰ τετράγωνον, ἡ δὲ τοῦ δευτέρου κατὰ τρίγωνον, καὶ αὐτὸς σξθ΄ ἡμερῶν ἔχει χρόνον. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου κατὰ τετράγωνον, ἡ δὲ τοῦ δευτέρου ἀπόστροφος, ἔσται ἄτροφον. ἐὰν δέ πως τοῖς δυσὶ χρόνοις αἱ Σελῆναι εὑρεθῶσιν ἀσύνδετοι πρὸς τὴν τῆς γενέσεως Σελήνην, νεκρὸν ἔσται τῇ γαστρὶ ἢ ἐμβρυοτομηθήσεται καὶ τῇ μητρὶ κίνδυνον ἐπάξει. ἐὰν δὲ καὶ ἐκ τοῦ διαμέτρου εὑρεθῶσιν αἱ τῶν δύο ἐτῶν Σελῆναι σύμφμνοι, ἔσται ἑπταμηνιαῖον. ἐὰν δέ πως ἡ [*](1 τρίγωνον usque ad ἑπταμήνων v. 5 rursus in V ὼροσκόπον M] ὥρας V 3 οὕτως V 4 τόπος V ἀγωγὴν ὑφ᾿ ἡμῶν M 5 om. M 6 seqq. in MS extant 〈ὑ〉ποτάξωμεν M 7 ἐλάσσονα (vel ἐλέχιστον) S] ἥμισυν M 8 δυστοκυῖαι S 11 γεννηματικόν M ut solent; item v. 13) [*](13 τοῦ δευτέρου ἐνιαυτοῦ] τουτέστι δύο ἐνιαυτῶν MS λ. τὸν μ. πάλιν τ. ὴ. φηφίζω τὴν σ. M; secutus sum S nisi quod del. καὶ 14 εὑρὼν] ὁρῶν MS 15 μὲν om. M τοῖς] τὴν Ma 18 κατὰ M] κατὰ τὸ S 19 ἐλαχίστης S] U+2220΄ (i. e. ἡμισείας) M γινόμενος S 28 αὐτὸς] nempe οὕτως ἐντὸς ante σξθ΄ S 24 δὲ τοῦ μὲν πρ. M 27 ἐμβριοτμηθήσεται S 29 ἕσται om. M ἑπταμηνιαῖοι MS)

54
μὲν τοῦ πρώτου ἔτους κατὰ διάμετρον, ἡ δὲ τοῦ δευτέρου κατὰ τρίγωνον ἤτοι τοῦ ὡροσκόπου ἤ αὐτῆς, ἑπταμηνιαῖον ἔσται· τὸ δ᾿ αὐτὸ ἔσται, καὶ ἐὰν τετράγμωνος εὑρεθῇ. καὶ ἐὰν ἡ μὲν τοῦ πρώτου τετραγώνῳ, ἡ δὲ τοῦ δευτέρου διαμέτρῳ, ἑπταμηνιαῖον ἔσται. τὸ δ᾿ ὅμοιον καὶ ὁ Ἥλιος ἀποτελεῖ διαμετρήσας τὸ ζῴδιον, ᾧ ἡ σύνοδος ἐγένετο.

Τοῦτον τὸν τόπον οἱ παλαιοὶ μυστικῶς καὶ σκοτεινῶς διέγραψαν, ἡμεῖς δὲ τηλαυγέστερον.

[*](2 ἑπταμηναῖον S τὸ δ᾿ αὐτὸ ἔσται om. M 3 ἐὰν μὲν M ἐὰν et μὲν om. M 4 om. M 8 δὲ om. S)