Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐὰν δὲ τῷ ὑπεργείῳ ἡμισφαιρίῳ ἡ Σελήνη εὑρεθῇ, λαβὼν ἀπὸ αὐτῆς τὸ μοιρικὸν διάστημα ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος ἐκκρούσας ἀνὰ β΄ U+2220΄ καὶ ἐπιγνούς, πόσαι ἡμέραι συνάγονται, καὶ ἐὰν μὲν θέλῃς ταῖς 𝔮β΄ προσθεῖναι καὶ ἀπολῦσαι ἀπὸ τῆς γεννηματικῆς ὥρας κατὰ ἐξῆς, ὅπου ἂν καταλήξῃ, ἐκεῖ εὑρήσεις τὴν σπορίμην ἡμέραν. καὶ πάλιν ἀπὸ τῆς αὐτῆς τῆς εὑρεθείσης ἡμέρας ἕως τῆς γεννηματικῆς κατὰ τὸ ἑξῆς λογισάμενος ἐπιγνώσῃ τὸ τῶν ἡμερῶν πλῆθος. ἐὰν δὲ τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ εὑρεθῇ ἡ Σελήνη καὶ λογίσῃ ἀπὸ τῆς ὡροσκοπούσης ὥρας ἕως τῆς σεληνιακῆς καὶ τοῦ διαστήματος τὴν. ἡμέραν ἐπιγνοὺς ἑκάστῃ τριακοντάδι β΄ U+2220΄ ἡμέρας ἀπονέμεις· ταύτας ἄφελε ἀπὸ τῶν 𝒢β΄ καὶ τὰς λοιπὰς πρόσθες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ ἀπόλυε ἀπὸ αὐτῆς κατὰ τὸ ἑξῆς· κἀκεῖ ἔσται ἡ σπορίμη ἡμέρα· ἣν προσθεὶς τῷ ὅρῳ ταῖς σογ΄ ἀναπόδιζε ἀπὸ τῆς γενεσιακῆς ὥρας.

Ἔστω δὲ καὶ ἐπὶ ἑτέρου ὑποδείγματος ἔτους ιζ΄ Τραῖανοῦ Μεσορὶ β΄ ὥρα ἡμέρας ια΄ U+2220΄. Ἥλιος Λέοντι μοίραις ε΄, Σελήνη Ζυγῷ ιη΄, ὡροσκόπος Αἰγόκερῳ κδ΄. ἐπεὶ οὖν ἡ Σελήνη τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ εὑρέθη, λαμβάνω ἀπὸ τῆς αὐτῆς ἕως τῆς ὡροσκοπούσης μοίρας· γίνονται 𝔮Ϛ΄ ἔγγιστα· ἑκάστου τριακονταμοίρου ἀνὰ β΄. U+2220΄ λαμβάνω καὶ γίνονται ἡμέραι ζ΄ U+2220΄· ταύτας προστιθῶ ταῖς 𝔮β΄· γίνονται ἡμέραι 𝔮θ΄ U+2220΄. ἀπολύω ἀπὸ τῆς γενεσιακῆς ἡμέρας κατὰ τὸ ἑξῆς ταύτας· καταλήγει εἰς τὴν τοῦ Ἀθὺρ Ϛ΄. πάλιν ἀπὸ τῆς Ϛ΄ τοῦ Ἀθὺρ ἕως τῶν γενεσίων κατὰ τὸ ἑξῆς· συνάγονται ἡμέραι σξϚ΄· τούτων ἦν ἡ σπορά. ἐὰν δὲ μὴ θέλω ταῖς 𝔮β΄ προσθεῖναι τὰς ζ΄, ἀφαιρῶ αὐτὰς ἐκ τῶν σογ΄· καὶ λοιπαὶ ἔσονται διακόσιαι ἑξήκοντα ἕξ· ταύτας ἀναποδίσας ἀπὸ τῆς γενεσιακῆς ἡμέρας καὶ ψηφίσας τὸν Ἥλιον εὗρον τῷ ὡροσκόπῳ Αἰγόκερῳ.

Τὴν ὥραν τῆς σπορᾶς ἡ κατὰ γένεσιν Σελήνη δηλώσει, καθ᾿ οὗ ζῴου τέτευχεν. ὅσαι δ᾿ ἂν ὦσι μοῖραι τῆς κατ᾿ ἐκτροπὴν Σελήνης, τοσαύτας ἔχει ὁ ὡροσκόπος τῆς σπορᾶς. ἕτεροι δὲ τὰς γεννηματικὰς ὥρας διπλασιάσαντες λογίζονται τῷ ὡροσκόπῳ καὶ πάλιν μὲν τοῦ κατ᾿ ἐκτροπὴν Ἡλίου λαβόντες τὸ δ΄ κἀκείνου τὸ [*](1 ὑπογυίω M 2 ἀπὸ τῆς M 4 facile delere καί, sed anacoluthon tolerare satius est 6 καταλύση M 12 γενισιακῆ M 14 possis τῷ 〈μέσῳ〉 ὅρῳ 18 Αἰγόκερῳ Mb] Ὑδροχόῳ Ma 20 τριακονταμοιρίου supra p. 51, 34 24 immo τῆς γενέσεως 25 possis τοσούτων 26 θέλων M 31 κατεντροπὴν M 34 ἐντροπὴν M)

53
προηγούμενον τρίγωνον ὡροσκόπον τῆς σπορᾶς ἡγοῦνται. ὅθεν κατὰ τὴν προκειμένην αἵρεσιν καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων ζητήσαντες οὐ παραμφοδίσομεν. οὗτος δὲ ἔστω ἀναγκαστικὸς καὶ μυστικὸς τρόπος εἰς τὴν μέλλουσαν ὑφ᾿ ἡμῶν ἀγωγὴν ἐπιλύεσθαι.