Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Κρόνος Ἄρης Ἑρμῆς κακουργίας καὶ δόλους ἀποτελοῦσι κρίσεις τε καὶ ταραξάς, γραπτῶν ἢ μυστικῶν χάριν πραγμάτων ἐγγύαις τε ἢ δανείσεσι περιτραπέντες ἀγῶνας οὐ τοὺς τυχόντας ὑπομένουσι καὶ καθαιρέσεις. ἄλλως τε δριμεῖς καὶ εὐσυνέτους περὶ τὰς πράξεις ἀποτελοῦσι, ποικίλως τὸν βίον διερχομένους καὶ [*](1 καὶ ἀλλοτρίων om. A 2 γὰρ om. M, habet A ἀνδρεπβόλους M 4 τῆς ἰδίας M] τῶν οἰκείων μὲν A δὲ add. ex A. 8 τὸν θίον πορ. A 12 ἐπιβουλὰς M, corr. Cumont 16 συνοχῶν δὲ καὶ A] συνεχῶν M 17 κατηχῇς A 19 εὐπαθεῖς M γινόμενοι A 23 ἀντιζηλίας A] ἐπζηλίας M 26 περιβοησίαις M, accusativum servavit A 28 ἐπίβολοι] ἐπιβουλῆ M ἐπιβολαῖς τισι γινομέναις A 34 περιερχομένους M, corr. ex A)

44
ὑπό τινων κακολογουμένους διά τινας βιαίους ἢ παρανόμους πράξεις· ἔσθ᾿ ὅτε μὲν οὖν καὶ πράξεων ἐπιμόχθων ἢ ἐπικινδύνων ἐντὸς γινομένοι καὶ ἐνδείαις περιπίπτοντες τὴν ἰδίαν μέμφονται τύχην καὶ εἰς θεοὺς βλασφημοῦσιν ἢ ἐπίορκοι καὶ ἄθεοι καθίστανται. ἐὰν δὲ καὶ ἀνοικείως πέσωσιν οἱ ἀστέρες, καὶ καταιτιασμοὺς καὶ συνοχὰς ποιοῦσιν. ἐὰν δὲ χρηματιστικοῖς τόποις ἢ ἰδίοις τύχωσι, τοὺς ὑπὲρ ἑτέρων ἀγῶνας ἀναδεχόμενοι τῶν πλείστων καθυπερτερήσουσιν ἢ καὶ ἀπὸ λόγων ἢ ψήφων ἢ στρατειῶν ὠφεληθέντες τῷ βίῳ προσαυξήσουσι.

Κρόνος Ἀῤροδίτη Ἥλιος συστάσεων μεγάλων καὶ τιμῶν καὶ πράξεων δηλωτικοί, δόξης τε καὶ προφανείας καὶ προστασίας ὀχλικῆς αἴτιοι· ἀπαράμονοι δὲ πρός τε τὴν κτῆσιν καὶ πρὸς τὰ λοιπὰ ὑπάρχουσιν καὶ εἰς ἀνωμαλίας περιτρέπουσι καὶ τὰς φιλίας διαλύουσιν καὶ τοῦ βίου μειώσεις ἀπεργάζονται καὶ δειγματισμοὺς ἢ ζημίας ἕνεκεν θηλυκῶν προσώπμων, μυστικῶν τε πραγμάτων προδοσίας, περὶ δὲ τὰς μίξεις καὶ τὰς συνουσίας ἀστάτους καὶ ἀδιαφόρους.

Κρόνος Ἀφροδίτη Σελἡνη ἀνωμαλίας καὶ ἀστασίας βίου ἐπάγουσι καὶ μάλιστα εἰς τὸν περὶ γυναικὸς καὶ μητρὸς καὶ τέκνων τόπον. κακοηθείας γὰρ καὶ ἀχαριστίας ἐπιφέρουσι, ἔτι δὲ ἀντιζηλίας καὶ στάσεις, χωρισμούς, ψόγους, δειγματισμούς, ἀθεμίτους μίξεις· περὶ δὲ τὰς πράξεις οὐκ ἀπόρους, εὐεπινοήτους δὲ καὶ περικτήσει γινομένους, ἀπὸ νεκρικῶν ὠφελουμένους, πλὴν οὐ φυλάσσοντας, ἐπιβουλευομένους δὲ ὑπὸ πολλῶν ἢ καὶ αὐτοὺς συνίστορας κακουργίας ἢ φαρμακείας, παραινέτας δὲ γυναικῶν.

Κρόνος Ἀφροδίτη Ἑρμῆς συνετούς, νοεροὺς καὶ περὶ τὰς τῶν πράξεων ἀφορμὰς εὐφυεῖς καὶ εὐεπιβόλους ἀποτελοῦσιν, ἀπαραμόνους δὲ καὶ ψύχοντας τὰς πρώτας πράξεις καὶ ἑτέρων ἐπιθυμητάς, πολυΐστορας, περιέργους, ποικίλους, ἰατρικούς, ἡδομένους τῇ καινότητι καὶ μεταβολῇ καὶ ξενιτείᾳ. ἐὰν δὲ τούτων οὕτως ὄντων σχῆμα κακωθῇ ἢ καὶ ἐπιθεωρήσῃ Ἄρης, ἕνεκεν φαρμακειῶν ἢ θηλυκῶν προσώπων ἢ θανατικῶν προφάσεων ταραχαῖς καὶ κρίσεσι περιπίπτουσιν ἢ καὶ ἐκ γυναικῶν ὑπομείναντες ἀδικίας μείωσιν βίου καὶ κακωτικὰς αἰτίας ἀναδέχονται. καθόλου εἰς τὸν περὶ γυναικὸς τόπον καὶ τέκνων καὶ σωμάτων ἀβέβαιοι καὶ ἐπίλυποι γενήσονται.

Ζεὺς Ἥλιος Σελήνη ἐνδόξους, λαμπρούς, πολυγνώστους [*](12 πρὸς] περὶ Cumont 13 καὶ prius add. ex A 17 διαφόρους M, corr. ex A 18 ἀκαταστασίας A 22 περὶ δὲ τὰς πρ. A] καὶ περὶ τὰς πρ. δὲ M 25 an παραιρέτας? παρεννέτας Rad. (ad cf. Cat. V 2, 144) 32 προσώπων add. ex A)

45
ἀποτελοῦσι, δημοσίων πολιτικῶν βασιλικῶν πραγμάτων προεστῶτας, ἡγεμονικούς, στραταρχικούς, ἀνυποτάκτους, τυράννους, ἐπιφθόνους δὲ καὶ κακολογουμένους καὶ ὑπό τινων προδιδομένους, μισοῖδίους, εὐμετανοήτους, ποικίλους καὶ ἀστάτους ταῖς γνώμαις, ὑψαύχενας, ὑπὲρ ἑαυτοὺς φρονοῦντας καὶ ὑψοταπεινώμασι γινομένους, τῇ δὲ περὶ τὸν βίον φαντασίᾳ συγκεκοσμημένους, οὐ μέντοι μέχρι τέλους ταῖς εὐδαιμονίαις ἐπιμένοντας, σφαλλομένους δὲ ἔν τισιν ἤ καὶ τέλος ὀδυνηρὸν ἔχοντας.

Ζεὺς Ἄρης Ἥλιος ἐπιταράχους καὶ ἐπικινδύνους δηλοῦσι, θερμοτέρους δὲ καὶ εὐεπιτεύκτους εἰς τὰς ἐπιβολάς τῶν πράξεων καὶ δόξης μετέχοντας, στρατιωτικοὺς ἡγεμονικούς, δημοσίων πραγμάτων προεστῶτας, ἐπισφαλεῖς διὰ ἐπακολουθεῖν φθόνους μειζόνων, ἀπειλάς, προδοσίας, οἰκείων ἐπιβουλάς, καταιτιασμούς. ἔνιοι μὲν γὰρ καὶ τῇ τῶν μειζόνων τύχη προαγμγῇ ἀπὸ μετρίας τύχης ἀναβιβασθέντες τῷ βίῳ καθῃρέθησαν.

Ζεὺς Ἄρης Σελἡνη εὐεπιβόλους, θρασεῖς, δημοσίους. πολυφίλους, προβιβασμοῖς γινομένους καὶ ἀπὸ μικρᾶς τύχης ὑψουμένους καὶ πίστεως καταξιουμένους, στρατιωτικούς, ἀθλητικούς, ἐνδόξους, ἡγεμονικούς, ὄχλων καὶ τδπων προεστῶτας, τιμῶν καὶ ὀψωνίων μεταλαμβάνοντας ἢ ἱερωσύνης, ἐναντιώμασι δὲ καὶ κατηγορίαις περιπίπτοντας καὶ προδιδομένους ὑπὸ ἰδίων ἢ θηλυκῶν προσώπων καὶ τῶν περικτηθέντων μείωσιν ὑπομένοντας καὶ ὑστέρου περικτωμένους ἀπὸ μυστικῶν ἀπροσδοκήτων πραγμάτων.

Ζεὺς Ἄρης Ἑρμῆς πρακτικούς, θερμούς, κεκινημένους ἀποτελοῦσιν, δημοσίοις τόποις στρατιωτικοῖς τάγμασιν ὀψωνίων μεταλαμβάνοντας ἢ βασιλικὰ ἢ πολιτικὰ πράσσοντας, ἀνωμάλους δὲ περὶ τὸν βίον καὶ τῶν περικτωμένων ἀναλωτάς, εὐνοήτους καὶ εὐπίστους οἰκονόμους, ῥᾳδίως τὰ ἁμαρτήματα διορθοῦντας καὶ τάς αὑτῶν αἰτίας ἑτέροις ἐπιφέροντας, κακολογουμένους δὲ καὶ ἐναντιώμασι περιπίπτοντας. τινὰς μὲν οὖν ἀθλητικούς, στεφηφόρους ἢ καὶ ἀσκητὰς σωμάτων, πολυΐστορας, φιλεκδημητὰς ἢ ἐπὶ ξένης πορίζοντας, τῶν δὲ ἰδίων ἀστοχοῦντας.

Ζεὺς Ἄρης Ἀφροδίτη πολυφίλους μὲν καὶ φιλοσυνήθεις ἀποτελοῦσι, συστάσεών τε μειζόνων καὶ ὠφελειῶν καταξιουμένους, προκοπαῖς γινομένους, ὑπὸ γυναικῶν προδιβαζομένους· τινὰς μὲν οὖν ἀρχιερατικούς, στεφηφόρους, ἀθλητικοὺς ἢ ἱερῶν προεστῶτας. [*](4 ὑφαύχενες M 6 συγκεκοσμημένων M 16 ἐπιβόλους M, corr. A 21 προδιδουμένους M 28 δὲ] δὲ ταὶ M 30 αὐτῶν A] ἄλλων M 84 Ἄρης] `Ερμῆς M, corr. ex A)

46
ὄχλων ἡδοναῖς ἐξυπηρετουμένους καὶ κατά καιρὸν ἀστάτως καὶ ἀνωμάλως διάγοντας, ἐπιψόγους δὲ καὶ ἀδιαφόρους περὶ τὰς συνελεύσεις, δειγματισμοὺς προδοσίας ὑπομένοντας, εἴς τε τὸν περὶ τέκνων καὶ σωμάτων τόπον λυπουμένους, καινοτέραις ἐπιπλοκαῖς ἡδομένους, χωρισμούς τε γυναικῶν ὑπομένοντας.

Ζεὺς Ἑρμῆς Ἥλιος πρὸς μὲν τὰς ἐπιβολὰς τῶν πράξεων εὐκατορθώτους καὶ πολυφίλους ἀποτελοῦσι, πίστεων, τιμῶν, οἰκονομιῶν καταξιουμένους συστάσεών τε μειζόνων καὶ προκοπῶν ἢ ἀπὸ μικρᾶς τύχης ἀναβιβαζομένους καὶ συγκοσμουμένους, πρὸς δὲ τὰς περικτήσεις ἀπαραμόνους καὶ εὐαλώτους ἢ ἐνδεεῖς κατά τινας χρόνους γινομένους καὶ μυστικῶς πολλὰ διαπρασσομένους· οὐκ ἀβίους δὲ ἀλλ᾿ ἀδοκήτων καὶ μειζόνων ὠφελουμένους.

Ζεὺς Ἑρμῆς Σελήνη ἀγαθοὺς περικτητικοὺς καὶ εἰς τὰς πράξεις εὐεπιβόλους, συλλεκτικοὺς δωρεῶν καὶ πίστεων μεταλαμβάνοντας,: μυστικούς, συνετούς, λογικούς, κτημάτων παραθηκῶν φύλακας, ἀπὸ λόγων καὶ ψήφων ἀναγομένους, δανειστικούς, φορολόγους, μισθωτάς, πολυφίλους, πολυγνώστους, ἐπιτροπικούς, διοικητὰς πραγμάτων, εὐμεταδότους· τινὰς μὲν οὖν ἀθλητικούς, στεφηφόρους, τιμῶν εἰκόνων ἀνδριάντων καταξιουμένους. ἐὰν δέ πως καὶ χρηματιστικοῖς τόποις τύχωσι, θησαυρῶν εὑρετὰς καὶ ναῶν, ἱερῶν ἐπιστάτας ποιοῦσιν, ἀνακτίσουσί τε καὶ καταφυτεύσουσι καὶ τόπους συγκοσμήσαντες ἀειμνήστου φήμης τεύξονται.

Ζεὺς Ἑρμῆς Ἀφροδίτη ἀγαθοί, περίκτησιν βίου καὶ εὐημερίας πράξεων ἀποτελοῦντες· γίνονται δὲ συνετοί, ἁπλοῖ, εὐμετάδοτοι, ἡδεῖς, φιλοσυμβίωτοι, εὐφραντικοί, παιδείας καὶ μουσικῆς μέτοχοι, καθάριοι, εὐπρεπεῖς, τιμῆς καὶ δόξης καταξιούμενοι, μετὰ μειζόνων ἀναστρεφόμενοι καὶ πίστεων καὶ οἰκονομιῶν μεταλαμβάνοντες, συγκοσμούμενοι τῷ βίῳ, φιλοτρόφοι τε καὶ φιλασκηταὶ ὄντες, σωμάτων κυριεύουσι καὶ τέκνων μοίραις ἀνατρέφουσί τινας καὶ εὐεργετοῦσι καὶ ἀπὸ θεῶν τὰ μέλλοντα προγινώσκουσι φιλόθεοι ὑπάρχοντες, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ τέκνων τόπον ἄστατοι ἢ ἐπίλυποι γενήσονται.

[*](1 ἐξυπηρετουμένων Ma 2 ἐπιτόρους δὲ καὶ ἀδ. M, corr. ex A 7 οἰκονομικών M 9 συγκοσμουμένους A] συγκεκοσμημένους M 10 εὐαλώτους M] εὐαναλωτάς A verum puto εὐαναλώτους 12 καὶ μειζόνων M] μεγάλως A 15 λογικῶν Ma 16 post φύλακας: δωρεῶν καὶ πίστεων καταξιουμένους A 17 μισθωτούς M, corr. ex A 19 ἀδριάντων M 21 ἐπιστάτας ποιοῦσιν om. M in spatio XIII litt., add. ex A 23 περικτήσεις M. corr. ex A 25 φιλοσυμβιῶται M φιλοσυμβιώτους A παιδ μέτ. καὶ μούσης καθ. M, corr. ex A 27 καὶ prius om. M 28 συγκοσμοῦντες M, corr. ex A 30 ὑπὸ M 31 τόπων M)
47