Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἑρμῆς καὶ Ἥλιος πολυφίλους καὶ ὑποκριτικοὺς ποιοῦσι, ποικίλους δὲ καὶ ἐγκρατεῖς καὶ δημοσίοις τόποις τὰς ἀναστροφὰς ἔχοντας, καθαρίους περισσόφρονας κριτικούς, καλῶν ἐραστάς, πολυΐστορας,  μύστας θείων, εὐεργετικοὺς φιλοσυνήθεις αὐτάρκεις θρασυδείλους, γενναίως τά καταπίπτοντα φέροντας, δυσεπιτεύκτους καὶ ἀνωμάλους περὶ τὸν βίον, ὑψοταπεινώμασι γινομένους, οὐκ ἀπόρους, ἀναβιβάζοντας δὲ κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν.

Ἑρμῆς καὶ Σελήνη ἀγαθοὶ περὶ τὰς συστάσεις καὶ δόξας ἀρρενικῶν τε καὶ θηλυκῶν καὶ περὶ τὴν τοῦ λόγου καὶ παιδείας δύναμιν καὶ περὶ τὰς λοιπὰς ἐγχειρήσεις καὶ συναλλαγὰς κοινωνικοὺς καὶ μηχανικοὺς καὶ πολυπείρους καὶ περιέργους ἀποτελοῦσι καὶ ἀπὸ μειζόνων τελῶν προβιβαζομένους πολυκινήτους καὶ ἀνεπιμόνους ταῖς πράξεσιν ἢ ταῖς γνώμαις πρὸς μέλλον --- γενναίους πρὸς τὰ φαῦλε, ἀνωμάλους δὲ καὶ περὶ τὸν βίον.

Ἑρμῆς καὶ Ἄρης οὐκ ἀγαθοί, ἔχθρας κρίσεις ἐναντιώματα κακοτροπίας προδοσίας ἀποτελοῦντες ἀπό τε κρειττόνων ἢ ὑποτακτικῶν ἀδικουμένους· τινὰς μὲν οὖν ἀθλητικοὺς στρατιωτικοὺς ἢ καθηγεμόνας εὐεργετικοὺς περιέργους ποικίλως τὸν βίον περιερχομένους· γίνονται δὲ πλαστογραφίαις νοσφισμῶν ἁρπαγῆς συλήσεως χάριν, ἐγγύαις τε καὶ δάνεσι περιπίπτοντες περιβοησίας ἢ κρυβὰς ἀναδέχονται. ἐὰν δέ πως σχῆμα κακωθῇ, αἰτίαις γενόμενοι ἢ συνοχαῖς τῶν κτηθέντων ἀποβολὰς ἢ ἀφαιρέσεις ὑπομένουδιν.

Ἥλιος καὶ Σελήνη ἀγαθοί· συστάσεις γὰρ μειζόνων καὶ δόξας περιποιοῦσι κτήσεις τε θεμελίων καὶ κτημάτων καὶ χρημάτων καὶ κόσμου καὶ πρὸς τὰς ἐπιβολὰς τῶν πραγμάτων εὐεπιτεύκτους καὶ [*](3 ὑπομένοντες M 6 τιμῶν M 8 aliud atere vid., velut ἐπαχθῆ 15 γενναίους M cf. exc. 176, 25 προσπίπτοντα exc. περὶ δὲ τὰς δόξας δυσεπ. exc. 23 v. g. τετραμμένους 28 fort. ἐπερχομένους 30 περιπίπτοντας M 31 κρυβὰς dubium)

41
ἐπωφελεῖς. ἐὰν δὲ ἡ ὑπόστασις μεγάλη εὑρεθῇ, γίνονται ἀρχικοὶ πόλεων, πραγμάτων προῖστάμενοι, ὄχλων προεστῶτες, εὐφαντασιώτατοι δωρηματικοὶ ἡγεμονικοὶ τυραννικοὶ ἀνυπότακτοι βασιλικὸν σχῆμα κεκτημένοι ἢ ἀπὸ μετρίας τύχης ἀναβιβαζόμενοι καὶ εὐδαίμονες γινόμενοι μακαρίζονται· πλὴν ἀνεπίμονον ἀγαθὸν τοῖς τοιούτοις ὑπάρχει διὰ τῆς Σελήνης μειωτικὸν σχῆμα.

Κρόνος Ζεὺς καὶ Ἥλιος ἀνώμαλοι καὶ ἀβέβαιοι εἴς τε τὰς περικτήσεις καὶ τὰς φιλίας καὶ τὰς λοιπὰς τῶν πραγμάτων ἐπιβολάς· τῶν γὰρ περικτηθέντων ἀποβολὰς ποιοῦσι καὶ ἐπιφθόνοις αἰτίαις περιπίπτοντας, καὶ ἀδοκήτων ἢ νεκρικῶν ὠφελείας ἐνδειξάμενοι καὶ τῇ δόξῃ προσαυξήσαντες καθαιρέσεις ἢ αἰτίας ἀπεργάζονται αἰφνιδίους τε κινδύνους καὶ ἐπιβουλάς· ἀποτελοῦσι δὲ καὶ προστασίας ἢ ἐπιτροπάς ἀλλοτρίων πραγμάτων φορολογίας τε ἢ μισθώσεις, ὧν χάριν ἢ ταραχὰς ἢ κρίσεις ὑφίστανται, καὶ τὴν ὑπόστασιν ἀνώμαλον ἢ ἐπίφοβον κατασκευάζουσι.

Κρόνος Ζεὺς Σελήνη σύμφωνοι, δόξας καὶ ὠφελείας περιποιοῦντες καὶ συστάσεις μειζόνων καὶ δωρεάς· γίνονται δὲ ξενιτείαις καὶ ἐπὶ ξένης ἢ ἀπὸ ξένων τὰς τῶν πράξεων κατορθώσεις ποιοῦνται οὐ μόνον ἰδίων ἀλλὰ καὶ ἀλλοτρίων πραγμάτων· εὐεργετοῦνται δὲ καὶ ἀπὸ θηλυκῶν καὶ περικτήσει γενόμενοι θεμελίων [*](1 ὑπόστ. sc. geniturae 4 κτῆμα M ἀπὸ] ὑπὸ M 7 titulum in M omissum suppl. ex Marciano 334 (═ A), f. 191r (cf. Catal. II 160). Qui etsi excerptoris opus praebet, propius interdum ad genuinum textum et ordinem accedere potest quam M, ubi verba Valentis a compilatore turbata sunt 8—16 post p. 42, 13 τὰ πράγματα κριθήσεται transq. A 8—9 ὁ δἑ τοῦ Κρόνου καὶ Διὸς καὶ Ἡλίου ἀποτελεῖ ἀνωμάλους καὶ ἀβεβαίους A 9 τὰς (prius) omis. A Ἀποβολάς M 10 τῶν γὰρ . . . ποιοῦσι omis. A καὶ φθόνου ἕνεκεν ἐναντίοις περιπίπτοντας A 11 καὶ omis. A ἀπροσδοκήτων A ἥ] ἀπὸ A ὠφελουμένους καὶ ἐνδειξαμένους A 12 προαύξοντας A post αἰτίας ὕστερον ὑπομένοντας add. A 13 τε A: δὲ M ἐπιτελοῦσι M) [*](14 καὶ omis. A. ἀλλοτρίων τε πραγμάτων φορολογίας ἢ μισθώσεις M ἢ φορ. ἢ μισθῶν ἀλλ. πραγμ. A 15 ἤ ante ταραχάς omis. M ὑφίστανται omis. M 16 ὑποστασίαν A ? 17—24 post p. 42, 28 κρίσεις ὑπομενοῦσι transp. A 17 Ὁ δὲ τοῦ Κρόνου καὶ Διὸς καὶ Κρμοῦς A. σύμφωνοι omis. A δόξης καὶ ὠφελείας περιποιητκοὶ καὶ συστάσεως καὶ δωρεῶν· ποιεῖ δὲ τὰς τῶν πράξεων κατορθώσεις ξενιτείαις· τινὰς δὲ οὐ μόνον οίκείων ἀλλὰ καὶ ἀλλοτρίων πραγμάτων προεστῶτας καὶ ἐκ θηλυκῶν προσώπων εὐεργετουμένους A 21 καὶ περικτήσει γινομένους θεμ. τε καὶ χωρειῶν δεσπόζοντας ἢ ναυκλήρους γεγονότας τὸν βίον ἐπαυξῆσαι καὶ ὅσα A)

42
λίων καὶ χωρῶν δεσπόζουσι· τινὲς μὲν οὖν καὶ ναύκληροι γενόμενοι τῷ βίῳ προσηύξησαν, ἢ ὅσα δἰ ὑγρῶν συνίστανται εταχειρισάμενοι διῳκονόμησαν τὸν βίον.

Κρόνος Ζεὺς Ἄρης συγκράσεις ἀγαθῶν ἀποτελοῦσι· τινὰς μὲν οὖν ἐνδόξους, ἀρχιερατικούς, ἡγεμονικούς, ἐπιτροπικούς, ὄχλων καὶ χωρῶν προεστῶτας ἢ στρατιωτικῶν πραγμάτων, κελεύοντας καὶ ἐνακουομένους, οὐ τοσοῦτον τῇ περὶ τὸν βίον φαντασίᾳ κεκοσμημένους, ἐναντιώμασι δὲ καὶ κατηγορίαις καὶ βιαίοις πράγμασι περικυλιομένους καὶ ἐπιφόβως διάγοντας. τινὰς δὲ καὶ τῇ περὶ τὸν βίον ὑπάρξει κεκοσμημένους καὶ κτημάτων καὶ θεμελίων δεσπόζοντας καὶ ἀπὸ νεκρικῶν ὠφελουμένους, περὶ δὲ τὴν δόξαν ἥττονας· ὅθεν παρὰ τὰς τοποθεσίας καὶ τὰς τῶν ζῳδίων ἐνεργείας τὰ πράγματα κριθήσεται.

Κρόνος Ζεὺς Ἀφροδίτη ἀγαθοὶ καὶ ὠφέλιμοι περὶ τὰς πράξεις, περικτητικοί, συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν ἀποτελοῦντες, καὶ φιλίας καὶ προβιβασμοὺς ἀπό τε νεκρῶν εὐεργεσίας, περὶ δὲ τάς συνηθείας ἐπιψόγους καὶ ἐπιρθόνους καὶ ἀνωμάλους περὶ συναρμογάς, ψύξεις κατὰ καιρὸν ὑπομένοντας καὶ ἔχθρας ἢ κρίσεις. πλὴν φιλοσυνήθεις καὶ εὐσυμβιώτους, καινοτέραις καὶ πολλαῖς ἡδομένους φιλίαις, εἰς δὲ τὸν περὶ τέκνων λόγον καὶ σωμάτων οὐ διὰ παντὸς εὐσταθοῦντας οὐδὲ ἀλύπως ὑπομένοντας.

Κρόνος Ζεὺς Ἑρμῆς συσχηματιζόμενοι πρακτικοὺς ἀποτελοῦσιν, οίκονομικούς, πιστούς, προεστῶτας ὄχλων, κελεύοντας καὶ ἐνακουομένους, χρημάτων χειριστὰς καὶ λόγων ἢ ψήφων διευθυντάς. οἱ δὲ τοιοῦτοι ἐλευθέριον καὶ ὑποκριτικὸν ἦθος κεκτημένοι ὅτε μὲν κακοῦργοι καὶ πανοῦργοι φαίνονται, ὅτε δὲ ἀγαθοὶ καὶ καλοί· ἀλλοτρίων ἐπιθυμηταὶ γενήσονται καὶ παραινέκται ἢ πλεονέκται, ὧν χάριν ταραχὰς ἢ κρίσεις ὑπομενοῦσιν καὶ χρεμωστίας καὶ περιβοησίας ὀχλικάς. ὅτε δὲ τῇ περὶ τὴν πρᾶξιν εὐημερίᾳ καὶ πίστει φερόμενοι ὠφελείας μὲν ἀναδέξονται καὶ ἀπὸ μειζόνων δωρεῶν καὶ τιμῶν καταξιωθέντες καὶ εὐμετάδοτον σχῆμα κτησάμενοι ἰδίους καὶ ἀλλοτρίους εὐεργετήσουσι, μυστηρίων δὲ καὶ ἀλλοτρίων πραγμάτων μεθέξουσι καὶ τὰ λοιπά περίεργοι ἐννοηματικοὶ ἔσονται εἰς ἀφέλειαν τὸν τρόπον ἐμφαίνοντες.

[*](2 χειρισαμένους διομκονομεῖν A 3 δίον καλῶς A 4 Ἡ τοῦ Κρόνου καὶ Διὸς καὶ Ἄρεως σύνοδος A ex quo non iam omnia adnoto 5 οὖν omis. M 7 ἀνακουομένους M ἀκουομένους A, cf. v. 24 10 συγκεκοσμημένους A 12 εὐεργεσίας ἢ ἐνεργείαις M 16 νεκρυκῶν fort. ex A recipiendum 17 δὲ A ?] τε M 18 φυλάξεις M 20 λόγων M 26 φαίνονται A] φαινόμενοι M ὁ τὲ δὲ ά. κ. καλοί om. M, habet A 27 παραιρέται ἤ πλ. Wendland 30 φαινόμενοι M)
43

Κρόνος Ἄρης καὶ Ἥλιος βιαίων καὶ ἀλλοτρίων καὶ ἐπικινδένων πραγμάτων δηλωτικοί· θρασεῖς γὰρ καὶ ἁδρεπιβόλους περὶ τὰς πράξεις ἀποτελοῦσι, κακούργους ἀθέους, προδότας, ἀνυποτάκτους, μισοῖδίους, τῆς ἰδίας χωριζομένους μετὰ δὲ ἀλλοφύλων ἀναστρεφομένους, ἐπηρείαις καὶ κινδύνοις γινομένους, ἀπὸ ὕψους ἢ τετραπόδων πτώσεις ὑπομένοντας ἢ ἐμπρησμῶν φόβους, ἐπιμόχθους περὶ τὰς ἐγχειρήσεις, μὴ φυλάσσοντας τὰ περικτώμενα, ἀλλοτρίων ἐπιθυμητάς, ἐκ κακῶν πορίζοντας, ἐκτὸς εἰ μὴ στρατιωτικὸν ἢ ἀθλητικὸν σχῆμα τύχῃ· καὶ οὕτω μὲν ἐπίμοχθον, πλὴν οὐκ ἄπρακτον.

Κρόνος καὶ Ἄρης καὶ Σελήνη παραβόλους μὲν εἰς τὰς ἐπιβολὰς τῶν πράξεων καὶ γενναίους ἀποτελοῦσι, δυσεπιτεύκτους δὲ περὶ τὰς πράξεις καὶ ἐναντιώμασι περιτρεπομένους καὶ βιαίοις πράγμασι. γίνονται γὰρ βίαιοι, φιλέρημοι, κακοῦργοι, ἅρπαγες, τρόπον λῃστρικὸν ἔχοντες, ἔν τε ἀπολογίαις ἢ κρίσεσι περιπίπτοντες, συνοχῶν δὲ καὶ καταιτιασμῶν πεῖραν λαμβάνοντες, εί μή πως φιλοπάλαιστρος ἢ φίλοπλος ἡ γένεσις τύχοι, ἵνα διὰ τῆς κατοχῆς ταύτης τῆς συνοχῆς σχῆμα πληροφορηθῇ· τινὲς μὲν οὖν καὶ ἐπισινεῖς ἢ ἐμπαθεῖς γενόμενοι βίαιον τέλος ἐρέξουσι.

Κρόνος Ἄρης Ἀφροδίτη περὶ μὲν τάς πράξεις καὶ τὰς φιλίας ἢ συναλλαγὰς κατ᾿ ἀρχάς εἰσιν ἐπιτήδειοι, ὠρελείας δόξας καὶ συστάσεις ἀποτελοῦντες· ὑστέρου δὲ ἐπιτάραχοι καὶ ἐπίδικοι καθίστανται διά τινας ἀντιζηλίας καὶ προδοσίας, ὧν χάριν καταιτιασμοὺς μὲν ποιοῦνται καὶ ἔχθρας πρός τε ἀρρενικὰ καὶ θηλυκὰ πρόσωπα ὑπομένουσι καὶ ψόγοις ἐπαίσχροις ἢ μοιχείαις περιτρέπονται καὶ περιβοησίας καὶ δειγματισμοὺς ἀναδέχονται· τινὲς μὲν οὖν ἀθεμίτοις μίξεσι καὶ ἀδιαφόροις ἀνεπιστρεπτοῦσι, συνίστορες δὲ ἢ ἐπίβολοι κακουργιῶν ἤ φαρμακειῶν γινόμενοι φόβον οὐ τὸν τυχόντα ὑπομενοῦσιν.