Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἡλἰου μὲν δεύτερον καὶ Ϛ΄ καὶ ιβ΄ καλόν, δὲ ζ΄ καὶ δ΄ σαπρόν. Σελήνης γ΄ καὶ η΄ καὶ θ΄ σαπρόν, δὲ ε΄ καὶ ια΄ καὶ ιβ΄ καλόν. Κρόνου δ΄ καὶ ι΄ σαπρόν, δὲ Ϛ΄ καὶ η΄ καὶ ιβ΄ καλόν. Διὸς γ΄ θ΄ ι΄ καὶ ια΄ καλόν, δὲ δ΄ καὶ ζ΄ σαπρόν. Ἄρεως γ΄ δ΄ καὶ θ΄ καλόν, [*](3 „supple ἀσάφεια ἀπορία vel sim.“ Cumont 4 δ΄] γ΄ ex α΄ M? 9 post φαωθὶ scripsit M ἀπὸ δὲ ἀθύρ ἕως μεχὶρ ρκ΄, καὶ τοῦ φαμενὼθ τὰς κη΄, sed ipse delevit 12 λοιπαῖς 𝒢ε΄· ταύταις M corr. Cumont debebatne numerare ab Aquario et desinere in Capricorni 20°? 15 debebat hic quoque ρμη΄ 17 ἐπανοχὴν M 20 σλε΄ M)

37
δὲ ζ΄ καὶ ι΄ σαπρόν. Ἀφροδίτης γ΄ καὶ ζ΄ καὶ η΄ καλόν, ε΄ σαπρόν. Ἑρμοῦ β΄ ε΄ ια΄ σαπρόν, δὲ ζ΄ καὶ η΄ καὶ θ΄ καλόν. Τὰ δὲ λοιπὰ ἑκάστου ἀστέρος ἀνώμαλα.

Γινόμενοι τούτοις τοῖς προειρημένοις τόποις οἱ ἀστέρες κατὰ τὰς ἐμβάσεις καὶ μάλιστα τῶν χρόνων δεσπόζοντες χρηματιστικοῖς τόποις καὶ ὑπὸ ἀγαθοποιῶν ἢ κακοποιῶν μαρτυρούμενοι ἔσονται ἀγαθῶν ἢ κακῶν δοτῆρες, καθὼς ἐὰν πλεονάσωσιν· ἐὰν δὲ ὁμοῦ ἀναμεμιγμένα, τά τε φαῦλα καὶ τὰ ἀγαθὰ γενήσεται κατὰ τὴν ἑκάστου γένεσιν. ὅθεν παρατηρεῖν ἀεὶ κατὰ τὰς παρόδους ἀναγκαῖον τοὺς τόπους πρὸς τὰς ἐπιδιακρίσεις τῶν χρόνων.