Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλως. Ἀδριανοῦ δ΄ Μεχὶρ ιγ΄, ἀπὸ Αὐγούστου ρμθ΄. παρὰ τὸν η΄, λοιπαὶ ε΄, αἳ οὔτε ἐποχὴν οὔτε στηριγμὸν σημαίνουσιν· ἀνατρέχμ εἰς τὴν ἐπάνω ἐποχήν, ἥτις ἐστὶ Παϋνὶ κβ΄ Λέοντι· ἀναλαμβάνω τὰς λοιπὰς η΄ τοῦ Παϋνὶ καὶ Ἐπιφὶ καὶ Μεσωρὶ καὶ ἐπαγομένας ε΄, γίνονται ογ΄· καὶ τοῦ καταγομένου ἔτους ἀπὸ Θὼθ ἕως Μεχὶρ ιγ΄, γίνονται ρξγ΄ γίνονται σλϚ΄. ἐκ τούτων ἀφαιρῶ στηριγμοῦ καὶ ζῳδίου Λέοντος ρκ΄, λοιπαὶ ριϚ΄ ταύτας ἀπὸ Παρθένου ἀνὰ κε΄, καταλήγουσιν Αίγοκέρωτι μοίραις ιϚ΄. ἐκεῖ ἡ Ἀφροδίτη.

Ὁμοίως ἐπὶ τῆς αὐτῆς γενέσεως καὶ τὸν Ἑρμῆν οὕτως ἐψήφισα· ἔλαβον τὰς ἀπὸ Θὼθ ἕως τῆς ιγ΄ τοῦ Μεχὶρ ρξγ΄ καὶ ἔξωθεν προσέθηκα ρξβ΄, ὁμοῦ τκε΄ ταύτας ἀπέλυσα ἀπὸ Κριοῦ ἀνὰ λ΄, κατέληξεν κε΄ Υδροχόου· ἔνθα ὁ ἀστήρ.