Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Περὶ δὲ τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας οὕτως. ἕστω Σελήνη Σκορπίρ μοίραις ζ΄· ἡ τριταία ἔσται Γοξότῃ μοίραις ζ΄. οὕτω γὰρ δέον ζητεῖν τὰς ἡμέρας, ἄλλως τε ἡ τοῦ Τοξότου ζ΄ μοῖρα καθέστηκε τριταία ἡμέρα. ἡ δὲ ἑβδομαία εὑρεθήσεται πρὸς ἀποτελεσματογραφίαν τῇ τετραγώνῳ πλευρᾷ περὶ Ὑδροχόου μοίρας ζ΄· ἡ δὲ τεσσαρακοσταία περὶ Γαύρου μοίρας ζ΄. τινὲς δὲ ταῖς κατὰ γένεσιν Σελήνης μοίραις προστιθέασιν ρξ΄ καὶ ἀπολύουσιν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου. οἱ δὲ τὴν σεληνιακὴν γενεσιακὴν μοῖραν παρὰ τὰς τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας ἐπιπροσθέντες καὶ ψηφίσαντες τὴν Σελήνην ἐκεῖ λογίζονται. καθολικῶς οὖν σημειοῦνται τάς τε εὐτυχεῖς καὶ ἀτυχεῖς καὶ μέσας γενέσεις ἐκ τῆς τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας· τούτων μὲν γὰρ τῶν τόπων θεωρουμένων ὑπὸ ἀγαθοποιῶν χρηματιστικοῖς τόποις καὶ μὴ ὑπὸ κακοποιῶν ὑπερευτυχεῖς καὶ μεγάλας ἀποφαίνου, τῶν δὲ δύο ἐπιθεωρουμένων ὑπὸ ἀγαθοποιῶν τοῦ δὲ ἑτέρου ὑπὸ κακοποιῶν μέσας, τῶν δὲ τριῶν ὑπὸ κακοποιῶν μόνων τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων ἀτυχεῖς· ἐὰν δὲ ἀναμεμιγμένοι ὦσιν, μέσας λέγε.