Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀφανὴς δὲ γίνεται ἡ Σελήνη ἐπὶ σύνοδον φερομένη καθʼ ἔκαστον ζῴδιον μοιρικῶς οὕτως. ὅπου ἂν εὑρεθῇ ὁ Ἥλιος, τοῦ ζῳδίου λάμβανε τὴν ἡμίσειαν ἀναφοράν, κἀκεῖ ἔσται λείπουσα. οἷον Ἥλιος Κριῷ ἐπὶ τοῦ δευτέρου κλίματος· ἡ ἀναφοορὰ τοῦ ζῳδίου κ΄, ὧν ἥμισυ ι΄ ἀφαιρουμένων τῶν ι΄ ἐκ τῶν λ΄ Σελήνη ἀφανὴς Ἰχθύσιν περὶ μοίρας κ΄. Ἥλιος Ταύρῳ· ἦμισυ τῆς ἀναφοορᾶς ιβ΄ ἔσται ἡ Σελήνη ἀφανὴς Κριῷ περὶ μοίρας ιη΄. Ἡλιος Δσιδύμοις· ἥμισυ τῆς ἀναφορᾶς τοῦ ζῳδίου ιδ΄ ἔσται οὖν ἡ Σελήνη περὶ τὰς ιϚ΄ μοίρας τοῦ Ταύρου ἀφανής. Ἥλιος Καρκίνῳ ἥμισυ τῆς ἀναφορᾶς ιϚ΄· ἔσται ἀφανὴς ἡ Σελήνη Διδύμοις περὶ μοίρας ιδ΄. Ἥλιος Λέοντι· ἥμισυ τῆς ἀναφορᾱς [*](2 αἱ ἑξῆς] καὶ ἑξῆς VM ἀρσενικαί V 4 alli horoscopi aut Lunae partes sequuntur 6 om. M 8 ἦν V 9 τετράκι VM (item 10) 10 εἰσὶ M 11 λείπουσα] πλήρης οὖσα Us. 12 τριταία] γ΄ VM et sie deinceps nisi quod τρισκαιδεκάτη M 18 ἔστι — 19 τνδ΄ om. M 20 om. M 27 ιη΄ V] ιβ΄ M 28 τοῦ ζωὁίου om. M 29 ἡ et τὰς om. M 31 τὸ om. V)

29
ιη΄· ἔσται ἀφανὴς ἡ Σελήνη Καρκίνῳ περὶ μοίρας ιβ΄. Ἥλιος Παρθένῳ· ἥμισυ τῆς ἀναφορᾶς κ΄· ἔσται ἀφανὴς ἡ Σελήνη Λέοντι περὶ μοίρας ί. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων.