Index apostolorum discipulorumque Domini

Vitae Prophetarum

Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.

ξʹ. Ὀνησίφορος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς ἐπίσκοπος Κορωνίας γέγονεν.

ξαʹ. Τύχικος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, πρῶτος ἐπίσκοπος τῆς Χαλκηδόνος τῆς Βιθυνίας γέγονεν.

ξβʹ. Κάρπος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὅς καὶ Βεροίας τῆς Θρᾴκης ἐπίσκοπος γέγονεν.

ξγʹ. Εὔοδος, ὃς μετὰ Πέτρον τὸν ἀπόστολον ἐπίσκοπος γέγονεν ἐν Ἀντιοχείᾳ, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται.

ξδʹ. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὅς καὶ ἐπίσκοπος Ἀπαμείας τῆς Συρίας γέγονεν.

ξεʹ. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ ὁ Λουκᾶς ταῖς πράξεσι μέμνηται, ὅς καὶ ἐπίσκοπος Βύβλου γέγονεν.

ξϛʹ. Ζηνᾶς ὁ νομικός, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὅς καὶ ἐπίσκοπος Διοσπόλεως γέγονεν.

ξζʹ. Φιλήμων, πρὸς ὃν καὶ ἐπιστολὴν ἔγραψεν, ὃς καὶ ἐπίσκοπος Γάζης γέγονεν.

ξηʹ. ξθʹ. οʹ. Ἀρίσταρχος καὶ Πούδης καὶ Τροφιμος· οὗτοι οἱ τρεῖς ἐν πᾶσι τοῖς διωγμοῖς τοῦ ἀποστόλου συγκακοπαθήσαντες τέλος ἐν Ῥώμῃ σὺν τῷ αὐτῷ ἀποστόλῳ ὑπὸ Νέρωνος τοῦ βασιλέως τὰς κεφαλὰς ἀπετμήθησαν.

Ταῦτα ὁ τρισμακάριος καὶ πανόλβιος Δωρόθεος ἐν Ῥώμῃ γεγονὼς διὰ Ῥωμαϊκῆς διαλέκτου ἐν ὑπομνήμασι καταλέλοιπεν, ἐξ ὧν καὶ ἡμεῖς ἐρανισάμενοι καὶ πρὸς τὴν Ἑλληνικὴν μεθερμηνεύσαντες φωνὴν ἐμφανῆ τοῖς πᾶσι πεποιήκαμεν, τὴν τῶν ἑβδομήκοντα μαθητῶν ἐκλογὴν πιστὴν καὶ ἀληθῆ αὐτὴν καταλαβόμενοι. Καὶ γὰρ ὁ ἀπόστολος γράφων περὶ αὐτῶν ἔλεγεν, ὅτι καὶ πρὸ ἡμῶν γεγόνασιν ἐν κυρίῳ. Καὶ οὐκ

ἂν ἄπιστόν τις λογίσηται μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ ἐπιστρέψαι τοὺς οʹ καὶ πιστεῦσαι εἰς αὐτόν, θεωρήσαντας τὴν ἀνάστασιν αὐτοῦ τὴν ἐκ νεκρῶν, ὃ μεῖζον πάντων τῶν θαυμάτων ὑπῆρξε καί ἐστιν.

Οὗτος τοίνυν ὁ μέγας ἀρχιερεὺς Δωρόθεος διηγήσατο ἐν γραφαῖς, ὅτιπερ ὁ σεπτὸς οἶκος τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας ἐν τῷ Πετρίῳ ὑπὸ Τίτου τινὸς ἐκτίσθη ἀπὸ πρώτης, ὅστις Τίτος γεγονὼς ἐπίσκοπος τοῦ Βυζαντίου καὶ τελειωθεὶς ἐν αὐτῇ, ἀπετέθη πλησίον τῶν παλαιῶν τευχῶν, ἐξότε Ἀνδρέας ὁ ἀπόστολος καὶ τοῖς τόποις ἐπέστη καὶ πολλὰ πλήθη Χριστιανῶν παρ᾽ αὐτὰ συντρέχειν παρεσκεύαζεν, ὡς μήτε τοσούτους ἐν ἄλλοις τόποις εὑρίσκεσθαι. Ἅπαντες γὰρ οἱ τοῦ Βυζαντίου διδάσκαλοι καὶ ὑπομονητικοὶ γενόμενοι διὰ ταπεινοφρωσύνην, τὰς μὲν τυῤῥανικὰς ἀπέφυγον ἀπειλάς, τοῖς δὲ ἐξ ἐθνῶν ἢ ἐξ Ἰουδαϊσμοῦ τὸν ἔνθεον ἐπέσπειρον λογισμόν, εἰ καὶ μάλιστα τοῦ Τίτου θαυματουργίας ἐπιτελοῦντος, οἵας τε καὶ ὁ Σωτὴρ ἐπετέλεσεν. Ἔτι δὲ καὶ τῆς τυραννίδος Λικινίου καὶ Διοκλητιανοῦ

κρατούσης ἐν τῇ ὑποθέσει ταύτῃ ἀναιρεῖται. Καὶ Κάρος ὁ βασιλεὺς καὶ οἱ τούτου υἱοὶ Καρῖνος καὶ Νουμεριανὸς λοιπὸν ἐν ἀδείᾳ οἱ τύρανοι γενόμενοι ἀναιδεστέρως πρὸς τὰς τιμωρίας τῶν Χριστιανῶν ηὐτομόλουν, εἰς χιλιάδας τὸ καθ᾽ ἡμέραν ἐκ τούτων ἀναιροῦντες· μεθ᾽ ὧν Ἀδριανὸς ὁ τοῦ Πρόβου υἱὸς θανεῖν ἔσπευσεν.

Γενόμενος γὰρ ἐν τῇ Νικομηδέων πόλει μετὰ τὴν Κάρου ἀναίρεσιν καὶ ἰδὼν τὰ πλήθη τῶν Χριστιανῶν ὑπὸ Λικινίου ἀναιδῶς ἀναιρούμενα, προσελθὼν πρὸς τὸ βῆμα ἔλεγεν τῷ Λικινίῳ· διὰ τί οὕτως ἀναιδῶς τὸ στράτευμα τῶν Ῥωμαίων ἀναιρεῖται; καὶ ἰδοὺ τὰ πλεῖστα τῶν Ῥωμαίων· βάρβαροι κατέχουσιν. Ὁ δὲ Λικίνιος πρὸς αὐτόν· μὴ καὶ σὺ Χριστιανὸς εἶ; Ὁ δὲ Ἀδριανὸς πρὸς αὐτόν· καὶ μὴν εὔχομαι ἐν τῇ ὁμολογίᾳ ταύτῃ τελειωθῆναι ἢ τὸ ἀρνήσασθαι τὸν Χριστόν. Λικίνιος δὲ πολλὰς μὲν βασάνους, πολλὰς δὲ καὶ θωπεύσεις καὶ ἐπαγγελίας πρὸς αὐτὸν προσήγαγεν. Ὡς δὲ ἑώρα αὐτὸν τῇ τοῦ Χριστιανοῦ ὁμολογίᾳ ἐνιστάμενον, :θυμομαχήσας κατ᾽ αὐτοῦ ἐκέλευσεν τὴν κεφαλὴν αὐτοῦ ἀπτμηθῆναι. Τοῦ δὲ ἐν τῇ ὁμολογίᾳ ταύτῃ τελειωθέντος ὁ Μητροφάνης γνοὺς ἄρτι τῆς ἐπισκοπῆς ἐναρξάμενος, ἅμα τοῖς συνοῦσιν αὐτῷ καταλαμβάνει τὴν Νικομήδειαν καὶ ὑποκλέψας αὐτοῦ τοῦ Καλλινίκου μάρτυρος Ἀδριανοῦ τὸ λείύκρατούσης

λείψανον, ἀπεκομίσατο αὐτὸ καὶ ἀπέθετο ἐν τῇ πρώτῃ αὐτοῖς ὑπαρξάσῃ ἐκκλησίᾳ διακειμένῃ πλησίον τοῦ Βυζαντίου ἐπιλεγομένου τόπου Ἀργυροπόλεως, ἔνθα καὶ Τίτος πρῶτος ἡγησάμενος ἐπίσκοπος Κωνσταντινουπόλεως ἀπέθετο τὸ λείψανον Ἀδριανοῦ τοῦ ἐπὶ Μαξιμιανοῦ μαρτυρήσαντος, καὶ Ναταλίαν τὴν τούτου γυναῖκα καὶ ἑτέρους τοὺς σὺν αὐτῷ μαρτυρήσαντας, ὅπου καὶ τὸ λείψανον ἀπέκειτο Στάχυος τοῦ ἑνὸς τῶν ἑβδομήκοντα μαθητῶν, ὃς ὑπὸ Ἀνδρέου τοῦ ἀποστόλου ἐν τῷ αὐτόθι τόπῳ πρῶτος ἐπίσκοπος τοῦ νῦν υζαντίου κατέστη.

Ὁ γὰρ Ἀνδρέας ἐπὶ τὸν Πόντον διαπερούμενος ἤθελεν τοῖς ἐν τῷ Βυζαντίῳ τὸν Χριστὸν καταγγεῖλαι. Ἀλλ᾽ ἐπειδήπερ Ζεύξιππος τὸν τόπον τότε ἡγεμονεύων αἱμοβόρος τις ὢν πάντας τοὺς προσβάλλοντας ξένους τῷ Βυζαντίῳ πρότερον διερωτωμένους τὰ περὶ τοῦ Χριστοῦ, εἶθ᾽ οὕτως εἰσιέναι συνεχώρει. Καὶ ἐάν τις ὡμολόγησεν τὸν Χριστόν, εἰς δέσμα τοῦτον εὐθὺς καὶ παρ᾽ αὐτὰ δεσμευθέντας τοὺς πόδας τε καὶ χεῖρας θαλαττοῦσθαι προσέτασσεν. Διὰ τὴν τοιαύτην οὖν ὠμότητα παραπλεύσας ὁ Ἀνδρέας τὸ Βυζάντιον,

κατῴκησεν ἐπὶ διετῆ χρόνον πλησίον τοῦ Βυζαντίου τῷ Θρᾳκίῳ μέρει ὡς ἀπὸ σταδίου ἑνὸς τῆς Ἀργυροπόλεως, ἐκεῖ ἐπὶ συναγωγὴν τῶν ἐνθέσμων καὶ φιλαλήθων ἀνδρῶν ποιούμενος. Ὡς οὖν περὶ τοὺς δισχιλίους ἐπισυνάξας τῷ Χριστῷ θυσιαστήριον ἑδράσας ἐν τῇ Ἀργυροπόλει καὶ τὸν Στάχυν ἐπίσκοπον καταστήσας εἰς Σινώπην τοῦ Πόντου μεθίσταται.

Τοῦ δὲ Στάχυος διαγενομένου τοῖς αὐτοῦ ἓξ καὶ δέκατον ἔτος ἐν τῇ ἐπισκοπῇ Ὀνήσιμος μετὰ τοῦτον γίνεται, περὶ οὗ Παῦλος ὁ ἀπόστολος τῷ Φιλήμονι ἔγραψεν. Καὶ τούτου δὲ τεσσαρεσκαιδέκατον ἔτος διανύσαντος ἐν τῇ λειτουργίᾳ Πολύκαρπος μετὰ τούτου τρία ἔτη ἐπίσκοπος τοῦ Βυζαντίου καθίσταται. Διαγενομένου δὲ καὶ τούτου δέκα πρὸς τοῖς ὀκτὼ ἔτεσι Πλούταρχος μετέρχεται τὴν ἱερωσύνην. Καὶ αὐτοῦ δὲ διανύσαντος ἔτη ιϛʹ, Σεδεκίων διάδοχος αὐτοῦ καθίσταται ἐπὶ ἐνναετῆ χρόνον. Μεθ᾽ ὃν Διογένης ἐν ἔτει ιεʹ τῇ ἱερατείᾳ προσμείνας τελειοῦται. Μετὰ δὲ τοῦτον Ἐλευθέριος ἐπὶ ἑπταετῆ χρόνον. Μεθ᾽ ὃν Φίλιξ ἐπι πέμπτου ἔτους· καὶ μετὰ τοῦτον Πολύκαρπος ἕως ἐτῶν ιζʹ. Ἔνθα τοίνυν τὰ

τούτων σώματα ἀπετέθη λιθίνῳ σηκῷ ἐκεῖ· καὶ τὸ τῆς Ναταλίας σῶμα ἀπετέθη καὶ Ἀδριανοῦ τοῦ μετέπειτα μαρτυρήσαντος. Ἐν δὲ τῷ ἑτέρῳ λάρνακι ἐξ εὐθείας τότε ποιηθέντι τῶν ιγʹ μαρτύρων τὰ λείψανα ἐνεβλήθη. Ἐν δὲ μολυβδίνῃ λάρνακι καθ᾽ ἑαυτὸν ἀπετέθη ὁ Ἀδριανὸς ὁ αταλίας ἀνήρ, ἃ καὶ μέχρι τῆς δεῦρο ἐμφανῶς πρόκεινται ἐν τῷ ὑπογαίῳ σπηλαίῳ, ἔνθα ἀπόστολος Ἀνδρέας τὸ θυσιαστήριον ἥδρασεν. Ἤδη δὲ πλήθους ἱκανοῦ συναθροισθέντος τῶν εἰς Χριστὸν ἠλπικότων, παυσαμένης δὲ καὶ τυραννίδος τοῦ Βυζαντίου μετὰ τὴν τοῦ Ζευξίππου τελευτὴν ἐγκρατεῖς τε τόπων πλεόνων γενόμενοι οἱ τῆς ἐν Ἀγρυροπόλει ἐκκλησίας προεστῶτες τὴν τῶν πολλῶν ὄχλησιν καὶ τὴν τῶν Ἑλλήνων καὶ Ἑβραίων προσβολὴν ἐκφυγεῖν βουλόμενοι, ἐν τοῖς μεσογείοις πλησίον τῆς Ἀργυροπόλεως ἐκκλησίαν ἄλλην ἀνεγείρουσιν, ἣν Κωνσταντῖνος ὁ μέγας βασιλεὺς μετέπειτα μειζοτέραν πεποίηκεν, σταυροειδῆ αὐτὴν διαγραψάμενος, βουλόμενος καὶ τὸ αὐτοῦ σῶμα ἐκεῖσε κατατεθῆναι. Ἀλλ᾽ ἐπειδὴ λοιπὸν τὰ τοῦ Βυζαντίου ηὐξήθη, συνεβούλευσαν οἱ συνόντες τῷ Κωνσταντίνῳ μὴ δεῖν ἔξωθεν τῆς πόλεως τὰ τῶν βασιλέων σώματα ἀποκομίζεσθαι. Τούτου οὖν χάριν ἕτερος μὲν τόπος εἰς ταφὴν τῶν βασιλέων ἐγένετο. Ὁ δὲ γεγονὼς οἶκος ἀφιερώθη τοῖς ἐν τῷ νόμῳ καρτερικοῖς καὶ θεόφροσιν ἑπτὰ παισὶν καὶ Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ, τὴν ἀρχαίαν ἐπωνυἀπετέθη
τὸν τόπον οἶκος κληρωσάμενος. Ἐλαιὼν γὰρ ἐξ ἀρχαίων τῶν χρόνων ὁ τόπος ἐπικέκληται, ὅνπερ εὐκτήριον οἶκον Ἀθηνόδωρος ὁ μετὰ Πολύκαρπον ἐπίσκοπος γεγονὼς πρῶτος ἐνήρξατο. Ἐκεῖ τὴν ἐπισκοπὴν διανύσας ἐν ἔτεσι τέσσαρσι, μεθ᾽ ὧν ἐν τοῖς αὐτοῦ ἑνδέκατος ἐπίσκοπος τοῦ Βυζαντίου καθίσταται Εὐζώϊος, ὅς καὶ αὐτὸς ἐν ἔτεσιν ἓξ τοῖς αὐτῶν ἱερατεύσας, Λαυρεντίῳ τὴν ἱερωσύνην καταλέλοιπεν. Καὶ αὐτοῦ δι᾽ ἕνδεκα ἔτη καὶ μῆνας ἓξ πληρώσαντος Ἀλύπιος ἡγεῖται τῆς ἱερωσύνης ἐπὶ ἔτη ιγʹ ἥμισυ. Πάλιν δὲ μετὰ τοῦτον Περτίναξ ἐγένετο ἔτη ιδʹ κρατήσας τῆς ἱερωσύνης. Οὗτος δὲ ὁ Περτίναξ ὑπατικὸς τῶν ἐν Ῥώμῃ καὶ στρατηλάτης γεγονὼς πάθει τε ἀφύκτῳ παραπεπτωκώς, διάγων ἐν τοῖς Θρᾳκίοις μέρεσιν, ἔμαθεν πλείστας δυνάμεις γενέσθαι ἐν τῷ Βυζαντίῳ ὑπὸ τῶν Χριστιανῶν. Παραγενόμενος δὲ πρὸς Ἀλύπιον τὸν ἐπίσκοπον ἐν τῇ ἐπὶ Ἐλαίας λεγομένῃ ἐκκλησίᾳ καὶ διὰ τῆς αὐτοῦ ἐντεύξεως καὶ τῆς τῶν χειρῶν αὐτοῦ ἐπιθέσεως ῥυσθεὶς τῶν ἀλγηδόνων, ἀπαρνεῖται τὴν τῶν εἰδώλων πλάνην καὶ τὴν τῆς στρατιᾶς ὑπεροχὴν καὶ βαπτισθεὶς τῇ εἰς Χριστὸν ἐλπίδι ἦν προσκατερῶν τῷ Ἀλυπίῳ, τῆς τοῦ πρεσβυτέρου ἀξίας μετειληφὼς ἐν δάκρυσι κατανύξας ἑκάστην ἡμέραν διατελῶν καὶ μετὰ τὴν Ἀλυπίου τελευτὴν εἰς ἐπίσκοπον αὐτὸν προεχειρίσαντο.
Πλούσιός τε σφόδρα ὑπάρχων ὁ Περτίναξ πάλιν αὐτὸς ἐκκλησίαν ἀνίστησιν παρ᾽ αὐτὸ τὸ θαλασσίδιον ἐν τῷ ἐπιλεγομένῳ Σύκαις, Εἰρήνην τὸν οἶκον προσαγορεύσας, ὅνπερ τόπον οἱ Χριστιανοὶ ὡς μίαν τῶν πόλεων ἀπετέλεσαν, οἴκους διαφόρους καὶ πλείστους ἀναστήσαντες, διόπερ καὶ μετέπειτα Κωνσταντῖνος ὁ ἀεισεβέστατος τείχεσι τὸν τόπον ἐτίμησεν. Μετὰ δὲ τὸν Περτίνακα καὶ Ὀλυμπιανὸς ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπιλεγομένῃ Εἰρήνῃ καθίσταται ἐπίσκοπος αὐτὸς ἱερατεύσας ἐπὶ ιαʹ ἔτη. Τούτου διάδοχος γίνεται Μάρκος ἐπὶ τρισκαιδέκατον ἔτος· μετὰ τοῦτον Κυριλλιανὸς ἐν ἔτεσιν ιϛʹ, μετὰ τοῦτον Καστῖνος ἐτῶν ἑπτά. Ὁ οὖν ωνσταντῖνος ἐν τῷ πρώτῳ αὐτοῦ ἔτει ἐκκλησίαν ἄλλην ἀνίστησιν ἔσωθεν τοῦ Βυζαντίου κατὰ τὸ βόρειον μέρος, ἔνθα καὶ οἱ ἡγεμονεύσαντες τοῦ Βυζαντίου κατέκειντο, Ἐὐφημίας τῆς μάρτυρος τὸν οἶκον προσαγορεύσας κατ᾽ αὐτὸν τὸν καιρὸν μαρτυρησάσης αὐτῆς. Ἐκεῖ τοίνυν τὸν ἐπίλοιπον χρόνον τῆς ἱερατείας τελέσας Τίτον διάδοχον καταλιμπάνει, ὃς ἔτη λεʹ καὶ μῆνας ϛʹ πληρώσας Δομέτιον τὸν ἀδελφὸν τοῦ Πρόβου τοῦ βασιλέως διάδοχον καθίστησιν, καὶ τούτου δὲ κδʹ ἔτη πρὸς μησὶν ἕξ τελέσαντος, Πρόβος ὁ Δομετίου υἱὸς διαδέχεται τὴν ἱερωσύνην ἕως πληρώσεως ἐτῶν ιβʹ, μεθ᾽ ὧν Μητροφάνης, ὁ ἀδελφὸς Πρόβου καὶ Δομετίου υἱὸς,
ἐπίσκοπος τοῦ Βυζαντίου καθίσταται ιʹ ἔτη προσμείνας τῇ ἱερατείᾳ.

Ἐφ᾽ οὗπερ καὶ Κωνσταντῖνος ὁ ἀεισεβέστατος ἕνεκεν τῆς πρὸς Λικίνιον παρατάξεως καταλαβὼν τὸ Βυζάντιον, καὶ ἀρεσθεὶς τῇ τοῦ ἀνδρὸς σεμνότητι καὶ τὴν τῶν τόπων εὐκοσμίαν ἐννοήσας, τέως ταῖς εὐχαῖς τοῦ Μητροφόνους ἐγκρατὴς τοῦ κατὰ Λικίνιον πολέμου ἐγένετο, καὶ εὐθὺς τὰ τῆς Ῥώμης βασίλεια εἰς τὸ Βυζάντιον μετατίθησι τείχεσί τε αὐτὴν ὀχυρώσας καὶ ὀροφαῖς, παροχάς τε δαψιλεῖς τοῖς πολίταις χαρισάμενος κατὰ τὴν αὐτοῦ ἐπωνυμίαν.

Ταῦτα ὁ πανάριστος Δωρόθεος ἐν Ῥωμαικοῖς συγγράμμασι καταλέλοιπεν, ἀντεβλήθησάν τε καὶ παρ᾽ ἡμῶν ἐν ὑπατείᾳ Φιλοξένου καὶ Πρόβου, ὁπηνίκα Ἰωάννης ὁ ἐπίσκοπος Ῥώμης ἤλυθεν ἐν Κωνσταντινουπόλει. Προτραπεὶς γὰρ ὑπὸ τοῦ τῆς πόλεως ἀρχιεπισκόπου συλλειτουργῆσαι αὐτῷ ἐν τοῖς γενεθλίοις τοῦ Χριστοῦ, ἀπηγόρευσε τοῦτο ποιῆσαι, ἐὰν μὴ πρῶτος τοῦ τῆς πόλεως ἐπισκόπου ἱερατεύσῃ, ὅσα τε δὴ τῆς Ῥώμης πρὸ Κωνσταντινουπόλεως ἐπισκόπου δεξαμένης. Κινήσεως οὖν ἐκ τούτου γενομένης ἐκ τῶν συγγραμμάτων τοῦ μεγάλου Δωροθέου τὴν σύστασιν οἱ ωνσταντινουπόλεως ἐποιοῦντο, δεικνύντες προγενεστέραν τῆς

Ῥώμης τὴν Κωνσταντινουπόλεως εἶναι ἐπισκοπήν. Ἰωάννης δὲ ὁ Ῥωμαίων ἐπίσκοπος τὸ μὲν σύγγραμμα Δωροθέου ἀληθὲς εἶναι διεβεβαιοῦτο, προτιμᾶσθαι δὲ τοῦ τῆς πόλεως ἐπισκόπου ἔλεγεν διὰ τὸ τοῦ κορυφαιοτάτου τῶν ἀποστόλων τὸν τόπον ἐπέχειν, καὶ τούτου ἕνεκεν τὰ πρωτεῖα αὐτῷ παρεχωρήθη, οὐ μὴν διὰ τὸ προϋπάρχειν τὴν τῆς Ῥώμης ἐπισκοπὴν τῆς Κωνσταντινουπόλεως.

Ὑποκατιὼν δὲ ἐν τοῖς τελευταίοις τοῦ συγγράμματος αὐτοῦ ὁ ἱερὸς Δωρόθεος μνήμην ποιεῖται καὶ τῶν δώδεκα ἀποστόλων σημαίνων, ἔνθα ὁ καθεὶς αὐτῶν ἐκήρυξεν εἰπών.

αʹ. Πέτρος μὲν ὁ ἀπόστολος ἐν Γαλλίᾳ καὶ ἐν τοῖς μεσογαίοις Πόντου καὶ εἰς πᾶσαν τὴν Καππαδοκίαν καὶ Bιθυνίαν κηρύξας τὸ εὐαγγέλιον μετὰ τὸ ἐπαναζεῦξαι αὐτὸν ἀπὸ Ἀντιοχείας, ὕστερον δὲ καὶ ἐν τῇ Ἰταλίᾳ πάσῃ καὶ Ῥώμῃ, ἔνθα καὶ ὑπὸ Νέρωνος σταυρωθεὶς ἐν αὐτῇ τῇ Ῥώμῃ θάπτεται πρὸ τριῶν Καλανδῶν Ἰουλίων.

βʹ. Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ πᾶσαν τὴν παραλίαν τῆς Βιθυνίας τε καὶ Πόντου, Θρᾴκης τε καὶ Σκύθας διῆλθεν εὐαγγελιζόμενος τὸν κύριον. Μετέπειτα δὲ ἐπορεύθη ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἡ παρεμβολὴ Ἄψαρος καὶ ὁ Φᾶσις ποταμός, ἔνθα οἱ ἐσώτεροι Αἰθίωπες κατοικοῦσιν

Ἐτάφη ἐν Πάτραις τῆς Ἀχαΐας σταυρωθεὶς ὑπὸ Αἰγεάτου.

γʹ. Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ, μεθ᾽ ὧν εὐαγγελιζόμενος τὸν Χριστὸν ἀναιρεῖται μαχαίρᾳ ὑπὸ Ἡρώδου τοῦ τετράρχου ἐν Καισαρείᾳ τῆς Παλαιστίνης.

δ'. Ἰωάννης ὁ τούτου ἀδελφός, ὃς καὶ τὸ εὐαγγέλιον γεγράφηκεν, ἐν τῇ Ἐφέσῳ κηρύξας τὸν Χριστὸν ὑπὸ Τραιανοῦ τοῦ βασιλέως εἰς Πάτμον τὴν νῆσον διὰ τὸν λόγον τοῦ Χριστοῦ ἐξορίζεται. Ἐκ ταύτης μετάρσιος γεγονώς, διὸ καὶ λόγος κεκράτηκεν σὺν τῷ Ἐνὼχ καὶ τῷ Ἠλίᾳ ἔτι ἐν σαρκὶ αὐτὸν ὑράρχειν.

[δʹ. Ἰωάννης ὁ τούτου ἀδελφὸς ἐτῶν ὑπέχων νʹ καὶ μηνῶν ζʹ εἰσελθὼν ἐν Ἐφέσῳ καὶ κηρύξας ἐν αὐτῇ τὸν

λόγον ἔτη ιθʹ, ἐξορίζεται ὑπὸ Τραιανοῦ τοῦ βασιλέως ἐν Πάτμῳ τῇ νήσῳ καὶ διατρίψας ἐν αὐτῇ ἔτη ιεʹ συνεγράψατο τὸ ἅγιον εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν καὶ πάλιν ὑποστρέψας ἐν Ἐφέσῳ καὶ ζήσας ἔτη κϛʹ διδάσκων, μετεστάθη ἐν κυρίῳ, ὑπάρχων ἐτῶν ρʹ καὶ μηνῶν ζ', ταφεὶς ὑπὸ τῶν μαθητῶν αὐτοῦ, καθὼς διηγεῖται ὁ ἀπόστολος Πρόχωρος ὁ καὶ τὴν περίοδον αὐτοῦ συγγραψάμενος.]

εʹ. Φίλιππος δὲ ἀπόστολος ἐν Φρυγίᾳ κηρύξας τὸ εὐαγγέλιον θάπτεται ἐν Ἱεραπόλει μετὰ τῶν ζ θυγατέρων αὐτοῦ, ὧν Λουκᾶς ὁ εὐαγγελιστὴς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἀπεμνημόνευσεν.

ϛʹ. Βαρθολομαῖος ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμένοις εὐδαίμοσι κηρύξας τὸν Χριστὸν καὶ δεδωκὼς αὐτοῖς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, ἐκοιμήθη ἐν Κορβανοπόλει τῆς μεγάλης Ἀρμενίας.

ζʹ. Θωμᾶς δὲ ὁ ἀπόστολος Πάρθοις καὶ Μήδοις, καὶ Πέρσαις καὶ Γερμανοῖς καὶ Βάκτροις καὶ Μάγοις κηρύξας

τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, τελειοῦται ἐν πόλει τῆς Ἰνδίας Καλάμῃ τῇ λεγομένῃ.

ηʹ. Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς τῇ ἑβραΐδι διαλέκτῳ τὸ εὐαγγέλιον παραδοὺς τῇ ἐν Ἱεροσολύμοις ἐκκλησίᾳ κηρύξας τὸν Χριστὸν τελειοῦται ἐν Ἱεραπόλει τῆς Συρίας.