Index apostolorum discipulorumque Domini

Vitae Prophetarum

Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.

μʹ. Γάϊος, οὗ ὁ ἀπόστολος μέμνηται, ὃς ἐπίσκοπος Ἐφέσου ἐγένετο μετὰ Τιμόθεον τὸν μαθητὴν Παύλου τοῦ ἀποστόλου.

μαʹ. Φιλόλογος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὅς καὶ ἐπίσκοπος γέγονεν ὑπὸ Ἀνδρέου ἀποστόλου ἐν Σινώπῃ.

μβʹ. Ὀλυμπᾶς.

μγʹ. Ῥωδίων, ὧν καὶ αὐτῶν ὁ ἀπόστολος

μέμνηται, οἳ καὶ ἐν Ῥώμῃ ἅμα Πέτρῳ τῷ ἀποστόλῳ ὑπὸ Νέρωνος τὰς κεφαλὰς ἀπετμήθησαν.

μδʹ. Λουκᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὅς καὶ ἐπίσκοπος ἐν Λαοδικείᾳ τῆς Συρίας ἐγένετο.

μεʹ. Ἰάσων, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὃς καὶ ἐπίσκοπος Ταρσοῦ ἐγένετο.

μϛʹ. Σωσίπατρος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὅς καὶ ἐπίσκοπος Ἰκονίου ἐγένετο.

μζʹ. Τέρτιος ὁ καὶ τὴν πρὸς Ῥωμαίους γράψας ἐπιστολήν, ὅς δεύτερος ἐπίσκοπος Ἰκονίου ἐγένετο.

μηʹ. Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ αὐτῇ ἐπιστολῇ, ὃς καὶ οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας γέγονεν καὶ ἐπίσκοπος μετέπειτα Πανιάδος.

μθʹ. Κούαρτος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ αὐτῇ ἐπιστολῇ, ὃς καὶ ἐπίσκοπος Βηρυτοῦ γέγονεν.

νʹ. Ἀπολλώς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ μέμνηται ὁ ἀπόστολος, ὅς καὶ ἐπίσκοπος Καισαρείας γέγονεν.

ναʹ. Κηφᾶς, ὃν ὁ ἀπόστολος Παῦλος ἐν Ἀντιοχείᾳ ἤλεγξεν, ὅς καὶ ἐπίσκοπος Κονίας ἐγένετο.

νβʹ. Σωσθένης, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς καὶ ἐπίσκοπος Κολοφωνίας ἐγένετο.

νγʹ. Τύχικος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς ἐπίσκοπος Κολοφωνίας ἐγένετο.

νδʹ. Ἐπαφρόδιτος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς καὶ ἐπίσκοπος Ἀνδριακῆς γέγονεν.

νεʹ. Καῖσαρ, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς ἐπίσκοπος τοῦ Δυῤῥαχίου γέγονεν.

νϛʹ. Μάρκος ὁ ἀνέψιος Βαρνάβα, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς καὶ ἐπίσκοπος Ἀπολλωνιάδος γέγονεν.

νζʹ. Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ὅς καὶ ἐπίσκοπος Ἐλευθεροπόλεως γέγονεν.

νηʹ. Ἀρτεμᾶς, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς ἐπίσκοπος γέγονεν Λύστρας.

νθʹ. Κλήμης, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος λέγων· μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὅς καὶ πρῶΚονίας]

ἐξ ἐθνῶν καὶ Ἐλλήνων ἐπίστευσεν εἰς Χριστόν, ὃς καὶ μετέπειτα ἐπίσκοπος Σαρδικῆς γέγονεν.